# In XII Prophetas 12.1

Cyrillus, In XII Prophetas, Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/12.1

Ὁ θεσπέσιος Μωυσῆς ὡς ἀγαθόν τε καὶ ἀνεξίκακον καταθαυμάζει Θεὸν, καὶ μάλα εἰκότως. ἐπειδὴ γὰρ μεμοσχοποίηκε μὲν κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἔφη τε φληνάφως “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς “Αἰγύπτου,” προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλοθρεύσειν αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτε τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν Δημιουργὸν, χαριστηρίους ᾠδὰς ἀνετίθει λέγων “Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, “μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην “διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ “ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων “ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ “τρίτην καὶ τετάρτην γενεάν.” τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα. καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον„ Οἰ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.” ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ “παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- “γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ “ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ “αὕτη λεγομένη ἐν τῷ Ἰσραὴλ ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμᾶι “εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, “ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ “υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ “ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων Δεσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην, ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ πάρεισ’ βάλλουσα μετά- γνωσις ἀνακόψειε τὴν ὀργήν. ἀλλ’ εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσσεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἀρ᾿ οὖν φησὶ, μακροθυμήσας τῇ Δαμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσσαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰουδαίας, ἐν μεθορίῳ τῆς Παλαιστίνων κειμένη. ταύτην οἱ Σύροι προκατελάβοντο, καὶ πανωλεθρίᾳ διέφθειραν, πρίοσι τέμνοντες σιδηροῖς τοῖς ἐν γαστρὶ ἐχούσας, καὶ ὁμοῦ νηπίοις ὠμὰ γυναικῶν ἐκτήκοντες ἔμβρυα. πρίονας δὲ σιδηροῦς τοὺς τῶν ἁμαξῶν ὀνομάζει τροχοὺς, οἷς καταλεπτύνειν ἔθος τὴν ἅλω τοῖς Σύροις. καὶ γοῦν καὶ διὰ φωνῆς Ἡσαΐου φησί που ’ς πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγήν “Ἴδου ἐποίησά “σε ὡς τροχοὺς ἁμάξης, ἀλοῶντας, καινοὺς, πριστηροει- “δεῖς.” ὅμοιον οὖν ὡς εἰ λέγοι τυχὸν πρὸς τὴν Δαμασκόν καθοριῶ σου τὴν δίκην, ἀνθ’ ὧν κατηλόησας καὶ συνέτριψας τοὺς ἐν Γαλαὰδ, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν ἔτι κατὰ γαστρὸς, οἷς ὁ παρὰ πάντων ἔλεος ἀκολουθεῖ καὶ ὀφείλεται. Ὅτι δὲ ὠμῶς καὶ ἀγρίως τοῖς ἐξ Ἰσραὴλ κατεχρήσαντο τῶν ἐκ Δαμασκοῦ τινὲς, ἀναμάθοις ἂν ἀκονιτὶ τοῖς Ἐλισσαιὲ τοῦ προφήτου λόγοις προσεσχηκώς. ἀφίκετο μὲν γὰρ εἰς τὴν Δαμασκόν. ἐπειδὴ δὲ συνήντησε τῷ Ἀζαὴλ, ἀῤῥωστοῦτος ἔτι τοῦ Ἄδερ “Ἔκλαυσέ φησιν ὁ ἄνθρωπος τοῦ “Θεοῦ, καὶ εἶπεν Ἀζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ “εἰπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ “ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκ- “τοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν “ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.” ἐπειδὴ δὲ ταῦτα δέδρακε κατὰ τῆς Γαλαὰδ ἡ Δαμασκὸς, μᾶλλον δὲ καὶ κατὰ πάσης τῆς Ἰουδαίων χώρας, καταφλέξειν ἀπειλεῖ τὸν οἶκον Ἀζαὴλ καὶ Ἄδερ, καὶ συντρίψειν μαλοὺς Δαμασκοῦ. πέπρακται δὲ ταῦτα διὰ μὲν Ὀζίου καὶ Ἱεροβοὰμ ἀνὰ μέρος καὶ κατὰ καιρούς· εἷλον γὰρ καὶ αὐτοὶ τὴν Συρίαν καὶ νενικήκασι κατὰ κράτος· χρόνου δὲ προἰόντος, καὶ παρὰ τοῦ βασιλέως Ἀσσυρίων. εἶτά φησι καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ὥν. ὢν οἱ προφῆται τὴν Βαιθὴλ ὀνομάζουσιν, ἐν ἧ τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ ἐπάρατος Ἱεροβοάμ. ἀλλ’ ὡς ἐξ ἐκείνου λοιπὸν πᾶσαν χώραν εἰδωλολατροῦσαν, οὕτω καλεῖν ἔθος ἦν αὐτοῖς. τοὺς κατοικοῦντας τοίνυν ἐν γῆ καὶ πεδιῳ ὢν, ἤτοι τῶν ματάίων, ὅ ἐστιν εἰδώλων· οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· καταφθερῶ καὶ ἐξολοθρεύσω φησὶ, κατακόψω δὲ οὐδὲν ἧττον καὶ φυλὴν ἐξ ἀνδρῶν χαῤῥὰν, ἥ ἐστι πολίχνη που πάντως προσοικοῦσα τῆ Δαμασκῷ, μαχιμωτάτους ἔχουσα τοὺς οἰκήτορας. αἰχμαλωτευθήσεσθαι δέ φησι καὶ τὸν ἐπίκλητον τῆς Συρίας λαόν. ἐπίκλητον λέγων, ἢ τὸν σφόδρα διαβόητον, ἢ τὸν μισθοφόρον καὶ συνειλεγμένον αὐτοῖς πρὸς ἐπικουρίαν· κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τοὺς τῶν ἀλλοφύλων ὁμόρους, τῆς Ἰουδαίων καταστρατευόμενοι χώρας· ἤγουν ἐπίκλητον τὸν ἔξωθεν κεκλημένον καὶ μέτοικον. ἰστέον γὰρ ὅτι τῶν Εβραίων ἡ ἔκδοσις, ἀντὶ τοῦ λαὸς Συρίας, Κυρήνης φησίν· ἄποικοι γὰρ Κυρηναίων οἱ Σύροι. μεμνήμεθα δὲ ὅτι καθὰ γέγραπται πάλιν ἐν τῇ τετάρτη τῶν βασιλειῶν, ἐβασίλευε μὲν ὁ Ἄχαζ τῶν Ἱεροσολύμων, Φακεὲ δὲ καὶ Ῥαασσὼν οἱ Συρίας τε καὶ Δαμάσκου βασιλεῖς, κατὰ τῶν Ἱεροσολυμῶν ἤεσαν, καταδῃοῦντες τὰς ὑπ’ αὐτὴν τοῦ Ἰούδα πόλεις. ἐπειδὴ δὲ ἦν ἐν δείμασιν οὐ φορητοῖς ὁ Ἄχαζ, βασιλεύων ἐπὶ τὸν Ιούδαν, κατεμισθοῦτο χρήμασι πρὸς ἐπικουρίαν Θεγλαφα- λασὰρ τὸν Ἀσσύριον “Καὶ ἤκουσεν φησιν αὐτοῦ ὁ βασι- “λεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δα- “μασκὸν καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ “τὸν Ῥαασσὼν ἐθανάτωσε.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
