# In XII Prophetas 14-10

Cyrillus, In XII Prophetas, Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/14-10

Αναγκαῖον ἡγοῦμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὡς οὔτε τῶν Ἑβραίων ἡ ἔκδοσις, οὔτε μὴν ἡ τῶν ἑτέρων μέμνηται τοῦ Σαλομῶν, ἀλλ’ εἰρήκασιν Ἑβραῖοι μὲν Ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν, οἱ δὲ λοιποὶ προσέθεσαν ἀντὶ τοῦ Σαλομῶν, ἀπηρτισμένην ἤτοι τελείαν. ἑψόμεθα δὲ ἀναγκαίως ἡμεῖς καὶ τῇ τῶν ἑβδομήκοντα γραφῆ. ἐγκαλεῖται δὴ οὖν ἡ Γάζα· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἢ νῦν ἐστι Παλαιστίνη· ὡς αἰχμαλωσίαν αἰχμαλωτεύσασα τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν. κἂν μὲν οὕτω νοῶμεν, ὡς γοῦν οἱ ἕτεροι ἐκδεδώκασιν ἑρμηνευταὶ, οὐ τὴν τυχοῦσαν πεποίηνται κάτα τῆς Ἰουδαίας τὴν πόρθησιν, ἀλλ’ αἰχμαλωσιαν ἑλόντες ἱκανὴν, ὑπὸ χεῖρα δεδώκασι τῶν Ἰδουμαίων αὐτήν. Ἰδουμαῖοι δὲ γεγόνασι μὲν ἐξ αἵματος Ἡσαῦ, ἐχθρὰ γεμὴν πεφρονήκασιν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, οἷς συνεργασάμενοι καὶ σύνοπλοι γενόμενοι Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ Ἀσκαλωνίται, καὶ οἱ τῆς λεγομένης Ἀκκαρὼν καὶ ἕτεροι δὲ τῶν ἀλλοφύλων τινὲς, κατὰ κράτος ἑλεῖν τῆς Ἰουδαίας τὰς πόλεις παρεσκεύασαν. εἰ δὲ δὴ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα γραφὴν αἰχμαλωτευσαι λέγοιμεν αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, ἐκεῖνό που πάναὐτοὺς τὼς ἐννοεῖν ἀναγκαῖον. γέγονε μὲν γὰρ εὐσθενέστατος καὶ παναλκὴς βασιλεὺς ὁ Σαλομῶν, κατεκράτησε δὲ οὕτω τῶν περιοίκων ἐθνῶν, ὡς καὶ πολλὰς παρ’ αὐτοῖς ἀναδείμασθαι πόλεις, καὶ ἐν αὐταῖς ἱδρύσαι τὸν Ἰσραὴλ, δόντος αὐτῷ τοῦ Χειράμ. γέγραπται δὲ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλει- πομένων “Καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε “Σαλομῶν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὰς “πόλεις ἃς ἔδωκε Χειρὰμ τῷ Σαλομῶν, ᾠκοδόμησεν αὐτὰς “Σαλομῶν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἦλθε “Σαλομῶν εἰς Ἐμὰθ Σοβὰ, καὶ κατίσχυσεν αὐτὴν, καὶ “ᾠκοδόμησε τὴν Θεδμὸρ ἐν τῆ ἐρήμῳ, καὶ πάσας τὰς “πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ημάθ.” καὶ μεθ’ ἕτερα πάλιν “Καὶ ὅσα ἐπεθύμησε Σαλομῶν “τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν “πάση τῆ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ “τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ “τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσ- “ραὴλ, ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν καταλειφθέντες μετ’ “αὐτοὺς ἐν τῆ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, “καὶ ἀνήγαγεν αὐτοὺς Σαλομῶν εἰς φόρον ἕως τῆς ἡμέρας “ταύτης.” συμφραξάμενοι τοίνυν τοῖς ἐκ τῆς Ἴδου μαίας Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ οἱ λοιποὶ ταύτας που τὰς πόλεις ἀνῃρήκασι, τὰς ὠνομασμένας τοῦ Σαλομῶν, ὡς μηκέτι μὲν αὐτὰς ὑπὸ τὴν Ἰούδα κεῖσθαι βασιλείαν, ἀπονεμεῖσθαι δὲ ὥσπερ τοῖς Μωαβιτῶν ἀνοσίοις καθηγηταῖς. ταύτῃτοι πυρὶ δαπανηθήσεσθαι ταῖς ἄλλαις ὁμοῦ τὴν Γάζαν φησὶν, ἐξολο- θρευθήσεσθαι δὲ καὶ Ἀζωτίους καὶ φυλὴν Ἀσκάλωνος, καὶ ὑπὸ χεῖρα γενέσθαι τοῦ πλήττοντος τὴν Ἀκκαρών· συνδιολεῖσθαι δὲ πάντως αὐταῖς καὶ τοὺς καταλοίπους τῶν ἀλλοφύλων. μεμισθοφορήκασι γὰρ κατὰ τὸ εἰκὸς, καὶ κέκληνται πρὸς ἐπικουρίαν τῶν περιοίκων βαρβάρων τινές.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
