# In XII Prophetas 16-13

Cyrillus, In XII Prophetas, Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/16-13

Ἰακώβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραΐμ δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ “τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε “πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον “ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ “κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
