# In XII Prophetas 16-2

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/16-2

Πάνδεινον οὖν ἄρα καὶ δίκης οὐκ ἀμοιροῦν, τῶν παρὰ Θεοῦ χαρισμάτων τὴν φιλοτιμίαν ἀνατιθέναι ζητεῖν τοῖς τὴν δόξαν αὐτοῦ παραλύουσι, τουτέστι, τοῖς ἀκαθάρτοις δαίμοσιν, ὃ δὴ καὶ ποιοῦσι τῶν ἐν κόσμῳ τινές· Ἕλληνες δὲ δὗτοι, καὶ αἱρετικοί. οἱ μὲν γὰρ, θεοῦ διδόντος ἀνθρώπῳ σοφίαν χαρίζονται δόξαις· τὰ δέ γε τῶν αἱρετικῶν θεομισῆ καὶ ἀνόσια στίφη πολυπλόκων ἐννοιῶν εὑρέμασι καταςίνονταί τινας, καὶ τὸν τῶν ἁπλουστέρων καταστρέφουσι νοῦν, “καὶ παγίδας “ ἔστησαν διαφθεῖραι ἄνδρας,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἄμφω τετιμήκασι τὸν Βάαλ· μόνον δὲ οὐχὶ καθάπερ ἐκ πλούτου νοητοῦ λαμπρὸν ἀνάθημα προσκομίζουσιν εἰς δόξαν αὐτῷ τὰ περὶ Θεοῦ. καὶ τοῦτο οἶμαι ἐστὶ πνευματ ικῶς εὖ μάλα νοούμενον, τὸ Ἐγὼ δέδωκα τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριόν ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυςᾶ ἐποίησε τῇ Βάαλ. ἀναθετέον οὖν ἄρα Θεῷ τὰ αὐτοῦ· τὸν γάρ τοι παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρα καὶ χορηγὸν καταχρυσοῦσθαι πρέπει δί ὧν ἄν ἔχοιμεν παρ’ αὐτοῦ, κἄν εἰ λαμπρὸς εἴη λόγος, κἄν εἰ νοῦς ἔχων ἐπιτηδείως πρὸς τὸ δύνασθαι νοεῖν ἀληθῆ μυστήρια.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
