# In XII Prophetas 16-6

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/16-6

Διαλέγεται τοίνυν ὡς πρὸς τὴν ἐν τῆ Σαμαρείᾳ Συναγωγὴν καί φησι τίς σε διασώσει ; ἆρα ὁ υἱός σου οὗτος ὁ φρόνιμος 5 λέγων δὲ τὸ οὗτος, ἣ τὸν κατὰ καιροὺς βασιλεύοντα δείκνυσιν, ὃς καὶ τὴν τοῦ δοκεῖν εἶναι συνετὸς ἐδέχετο δόξαν· παρέπεται γὰρ τοῦτο τοῖς κρατοῦσιν ἀεί· ἤγουν ἕτερόν τι, καὶ τῷ καιρῷ πρέπον ὑποδηλοῖ, καθ’ ὃν καὶ ὁ τῆς προφητείας ἐγένετο λόγος. βασιλεύοντος γὰρ τοῦ· Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς ῾Ιεροσολύμοις, “ἐν ἑνδε- “κάτῳ ἔτει, βεβασίλευκεν ἐν τῇ Σαμαρείᾳ ἐπὶ τὸν ᾿Ισραὴλ “᾿Ωσηὲ υἱὸς ᾿Ηλὰ, ὃς ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς “Κυρίου.” ἀλλὰ κατ’ ἐκεῖνο καιροῦ κατεστράτευσε τῆς Σὰ. μαρείας Σαλμανασὰρ βασιλεὺς ᾿Ασσυρίων. “Καὶ ἐγενήθη, “φησὶν, ᾿Ωσηὲ αὐτῷ δοῦλος.” ὠργίζετο δὲ λίαν ὁ Ἀσσύριος ἐπ’ αὐτῷ δι’ αἰτίαν τοιαύτην. ἔπεμψε μὲν γὰρ πρὸς αὐτὸν ἀγγέλους, αἰτῶν μαναὰ καὶ τὰ συνήθη· ὁ δὲ προστάττεσθαι παρ’ ἐκείνου μὴ ἀνασχόμενος, ἐπρεσβεύετο πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτῶν. πρὸς τοῦτο λελυπημένος ὁ Σαλμανασὰρ, πεπολιόρκηκε μὲν τὴν Σαμάρειαν, ἐφ’ ὅλοις ἔτεσι τρισίν. εἶτα ζωγρήσας τὸν ᾿Ωσηὲ, δεσμώτην ἐποίει, καὶ κατέγραφεν ἐν οἰκέταις, ἀπῴκισε δὲ καὶ τὸν ᾿Ισραὴλ ἐν ὁρίοις Περσῶν καὶ Μηδῶν. ἔοικεν οὖν ὁ προφητικὸς ἡμῖν λόγος ᾿Ωσηὲ τὸν ᾿Ηλὰ καταδεικνύειν ἐν τούτοις, ὃν καὶ φρόνιμον ἀποκαλεῖ, οὐχ ὅτι συνετὸς ἦν κατὰ ἀλήθειαν, ἀλλ’ οἱονείπως εἰρωνεύεται· ἐδόκει μὲν γὰρ παρὰ τῷ ᾿Ισραὴλ συνετὸς εἶναί τις, καὶ σφόδρα σοφῶς βεβουλεῦσθαι, διά τοι τὸ ἑλέσθαι τὴν ἐξ Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ’ ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ ὑίος σου ο φρόνιμος, διοτι οὐ ῥῆ υποστῃ ἐν συντριβῃ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ’ ἂν αὐτὸς ὑποσταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων “᾿Ισχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.” παρ’ αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα. καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
