# In XII Prophetas 16-7

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/16-7

Αμιλλᾶσθαι τρόπον τινὰ τοῖς συμβεβηκόσιν, ἤγουν ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ- μένους, ἐκεῖνό τε λέγειν ἀναπείθει λοιπὸν Ὅτι ἔθνος ἧκεν ἐπὶ τὴν γῆν μου, ἰσχυρὸν καὶ ἀναρίθμητον, καὶ ὅσον ἧκεν εἰς ὀδοντων ἀκμὰς, λέουσί τε καὶ σκύμνοις ὀλίγα παραχωροῦν. μὲν οὖν τὸ χρῆμα, κἂν εἰ ἐπὶ ἀκρίδος νοοῖτο τυχὸν, βρούχου τε καὶ κάμπης. ἄμαχον γὰρ τὸ χρῆμά ἐστι, καὶ ἀνανταγώνιστος κομιδῇ τῶν τοιούτων ἡ ἔφοδος, ἱκανή τε ἄρδην ἀπολέσαι τὰ ἐπ’ ἀγροῖς, καρπούς τε φημὶ καὶ πόαν· καταφθεῖραί τε συκᾶς καὶ ἀμπέλους, κακὴν δὲ καὶ ἀκαλλῆ τῆς ἀρούρας ἀποφῆναι τὴν ὄψιν. εἰ δὲ δὴ περιτρέποιτο πάλιν ὁ λόγος εἰς τὴν τῶν πεπορθηκότων ἀπανθρωπίαν, καὶ ὀλοτελἢ τῆς χώρας ἐρήμωσιν, ὑπεμφήνειεν ἂν ἕτερον οὐδὲν, ἢ ὅτι πᾶσα μὲν αὐτοῖς ἀπόλωλεν ἡ χώρα, δεδαπάνηνται δὲ καὶ οἱ προὔχοντες παρ’ αὐτοῖς, δόξῃ τε καὶ πλούτῳ τὸ τῶν ἀγελαίων ὑπερθρώσκοντες μέτρον· ὡς ἐν τάξει νοεῖσθαι συκῆς τε καὶ αμπελου· πρὶν ὑπομείναι ’τον μαρασμὸν· κα θάπερ ἀμέλει καὶ ἐπ’ αὐτῶν νοεῖται τῶν αἰσθητῶν ἀμπέλων, εἰ τοῖς τῶν ἀκρίδων ὀδοῦσι συμβαίη περιπεσεῖν· ἐκπίνουσαι γὰρ τὴν ἐν τοῖς φυτοῖς ἰκμάδα, καὶ πᾶσαν αὐτοῖς τὴν ζωοποιὸν ἀναρροφοῦσαι δύναμιν, οὐκ εἰς μακρὰν αὐαίνουσι, καὶ λευκὴν ὁρᾶσθαι ταύτῃτοι παρασκευάζουσιν. οὐκοῦν οἱ ὁδόντες τῶν δαπανώντων ἐχθρῶν τοὺς ἐν τάξει κειμένους ἀμπέλων, ἢ καὶ ἐν εἴδει συκῶν, εἰς ἅπαν δεδαπανήκασι καὶ εἰς ἀχρειότητα πεπόμφασι παντελῆ, ἢ ξίφεσι καταπαίοντες ἣ καὶ τοῖς τῆς δουλείας ὑπενεγκόντες ζυγοῖς.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
