# In XII Prophetas 17-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/17-3

Φάγονται τοίνυν τὰς ἁμαρτίας τοῦ λαοῦ μου, τουτέστι, τὰ ὑπὲρ ἁμαρτιῶν προσκομιζόμενα θύματα. καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν, τουτέστιν, ἐν καιρῷ τῆς ἀδικίας αὐτῶν· δῆλον δὲ ὅτι τῶν ἐξ Ἰσραὴλ ἤτοι τῶν λαῶν· αὐτοὶ τὰς ἰδίας λήψονται ψυχὰς, ἀντὶ τοῦ, προσκομιοῦσι τῷ θεῷ. δέχεται γὰρ τὴν λέξιν ἡ θεόπνευστος γραφὴ τοῦ τοιοῦδε σημαντικήν· τὸ γὰρ τῷ θεῷ προσκομιζόμενον, καὶ εὐτρεποσθὲν εἰς θυσίαν, ἐλέγετο λαμβάνεσθαι. καὶ ἡ λέξις τέθειται τοῦ τοιοῦδε μάλιστ σημαντικὴ, καθάπερ ἔψην ἀρτίως. καὶ γοῦν ἐν τοῖς Ἀριθμοῖς, ὅτε τοὺς περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς ὡρίζετο νόμους, ἔφη του θεὸς πρὸς τὸν ἱεροφάντην Μωυσέα “Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα “συνέταξε Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ “λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν ἄμωμον.” ἀκούεις τὸ λαβέτωσαν;τουτέστι προσκομιζέτωσαν ἤτοι προσαγέτωσαν. περὶ δέ γε τοῦ καθαρισθήσεσθαι μέλλοντος λεπροῦ, πάλιν ὧδέ φησι “Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, “καὶ ὄφεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἠ ἁφὴ τῆς λέπρας ἀπὸ “τοῦ λεπροῦ. καὶ προστάξει ὁ ἱερεὺς καὶ λήψονται τῷ “κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά.” ὅταν τοίνυν καὶ ἐκὶ τῶν ἱερέων τὸ ληψονται λέγοι, νοοῖτ’ ἄν εἰκότως ἀντὶ τοῦ προσόισουσιν ἡ φωνή. ἐν καιρῷ τοιγαροῦν τῶν ἀδικιῶν, τῶν τοῦ λαοῦ δηλονότι, αὐτοὶ λήωονται, τουτέστι προσοίσουσιν εἰς θυσίαν καὶ εἰς εὐοσμίαν θεῷ τὴ πνευματικὴν τὰς ἑαυτῶν ψυχὰς, ἀρθῶς δηλονότι πολιτευομενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεστουδακότες. ἱκανὸς γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ’οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ τε καὶ ἱερέως. καὶ τοῦτο ἧν ἄρα τὸ, “Τὴν δόξαν αὐτῶν εἰς “ἀτιμίαν θήσομαι.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
