# In XII Prophetas 18.1

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/18.1

Δεδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων “Δέομαι, κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, “ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς,” καίτοι μόσχος ἦν τὸ διαπεπλασμένον. ἀλλ’ οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγοροῦ μένος ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκληροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῆ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως “Οὗτός ἐστιν ὁ “γενομενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῆ ἐρήμῳ μέτα του ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἁλλ’ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- “πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὅς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν τῆ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει κύριος, καὶ ἀνελάβετε τὴν “σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.” ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέἠγνόηκεν μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐννοειν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσφόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐτῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολόχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφαν. Ῥαιξὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσθέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ραιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ’ ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος Δαμάσκου μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε Δαμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα Δαμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς Δαμασκηνῶν, ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
