Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 19.1
Not analysed yet
Ἕτερον ἡμῖν φειδοῦς καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἐξηγεῖται τρόπον, ὃς εἴπερ τετέλεστο κατὰ τὸ αὐτῷ δοκοῦν, σύμπας ὁ Ἰσραὴλ καὶ Ἰούδας. οὐ γὰρ μόνον τὴν τῶν ἀνοσίων ψευδοπροφητῶν ἀπέκειρε πληθὺν, τὸν αὐτοῖς πρέποντα καθορίσας θάνατον, ἀλλὰ γὰρ καὶ αὐτὸν κατὰ καιροὺς ἔπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ σαφηνιοῦντα, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ αἵματος Ἰσραὴλ, τὸ ἀγαθὸν αὐτοῦ θέλημα, καὶ ἐναργὲς καθιστάντα τὸ κρῖμα αὐτοῦ. τοιγάρτοι καὶ ἔφασκε διὰ μὲν φωνῆς τοῦ Δαυείδ, “Ἐγὼ δὲ κατεστάθην “βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ- “γέλλων τὸ πρόσταγμα Κυρίου· “αὐτὸς δὲ δι’ ἑαυτοῦ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, “Ἀπ’ ἐμαυτοῦ “οὐ λαλῶ· ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν “ἔδωκε τί εἴπω καὶ τί λαλήσω.” ἐξελεύσεται δὴ οὖν τὸ κρῖμά μου φησὶν ὡς φῶς, τουτέστιν, οὐκ αἰνίγμασι κατεσκιασμένον τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ γυμνῶς καὶ ἀκρύπτως ταῖς ἁπάντων διανοίαις ἐγκείσεται. ὅτι δὲ ἀφιγμένος κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, οὐκ ἐπὶ νομικὴν μετοίσει λατρείαν τοὺς πεπλανημένους, οὔτε μὴν τὰ ἐν τύποις ἔτι καὶ σκιαῖς ἀναπείσει τιμᾶν, ἀποκομιεῖ δὲ μᾶλλον εἰς ἐπιείκειαν καὶ χρηστότητα καὶ εὐσπλαγχνίαν, καὶ εἰς ἀγάπην τὴν πρὸς ἀλλήλους, καὶ εἰς ἀληθῆ καὶ ἀπαραλόγιστον ἐπίγνωσιν τοῦ Θεοῦ, σαφῆ τοῦ κρίματος ἀποτελεῖ τὸν σκοπὸν, καί φησιν, ὅτι ἔλεος θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. τί γὰρ ἔφασκεν ὁ Σωτῆρ’; “Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οὐτῶ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ποιειτε αυτοις ομοίως· χρῆμα δὲ ὅτι μάλιστα παρὰ Θεῷ τίμιον τὴν ἀγάπην ἐπιδεικνὺς, “Ἐν τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ “μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε εἰς ἀλλήλους.” ὅτι δὲ τῶν προσιόντων τὸν νοῦν ἀνεκόμιζε πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; ἑαυτὸν γὰρ ἡμῖν εἰς εἰκόνα τοῦ γεγεννηκότος παρετίθει, λέγων τῷ γνησίῳ μαθητῇ· Φίλιππος οὗτος ἦν· “Οὐ πιστεύεις ὅτι ἐγὼ “ἐν τῳ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστιν; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. εἰ δὲ δή τις ἕλοιτο καὶ αὐτὸν εἶναι λέγειν τὸν Υἱὸν τὸ ἔλεος τοῦ Πατρὸς, τὸ ὑπὲρ θυσίαν καὶ ὁλοκαυτώματα, συνήσει καλῶς. κέκληται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ γραφῇ. αὐτὸς μὲν γὰρ ἔφη που περὶ αὐτοῦ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεος μου ἀπο- “καλυφθῆναι·’’ οἱ δέ γε προφῆται πρὸς αὐτόν· “Δεῖξον “ἡμῖν κύριε τὸ ἔλεος σου, καί τὸ σωτήριόν σου Κύριε δῴης “ἡμῖν.” ἔλεος γὰρ ἀληθῶς τὸ παρὰ Πατρὸς ὁ Χριστὸς, ὡς ἀφαιρῶν ἁμαρτίας, ὡς ἀνιεὶς ἐγκλημάτων, καὶ δικαιῶν τῆ πίστει, καὶ ἀνασώζων τοὺς ἀπολωλότας, καὶ θανάτου κρείττονας ἀποφαίνων· καὶ τί γὰρ οὐχὶ τῶν παγκάλων δωροῦ μένος; οὐκοῦν ἀμείνων θυσίας καὶ ὁλοκαυτωμάτων ἡ Θεοῦ γνῶσις, ὡς ἐν Χριστῷ τελουμένη· ἐγνώκαμεν γὰρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα, καὶ τὴν ἐν πίστει δικαίωσιν πεπλουτήκαμεν.