Ancient Greek
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 19.1-2
Not analysed yet
Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμτελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἠσαίας “Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν, ὡς σκηνὴ ἐν ἀμπε- “λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεων τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τοὶ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον “καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον “ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ “Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἔπι γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος “καὶ ἀφανιῶ ἄμπελον αὐτῆς “καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἃν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ’ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ’ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, μένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο.