# In XII Prophetas 20-12

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/20-12

Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ’ ὅτε τῶν πραγμάτων τὴν θεάν οἷαπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ μακάριος Ἀμώς “Καὶ εἶπε κύριος πρὸς μέ Ἥκει τὸ πέρας “επὶ τὸν λαον μου Ἰσραηλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ “παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν “τῆ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ “τόπῳ, ἐπιρρίψω σιωπήν.” ἀλλ’ ἰδοὺ, τεθέαται τὸ προηγγελμένον καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν. αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρχόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα. ἐφίσταται δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέ- μει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστήριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ “Πορεύεσθε εἰς τὴν “πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ “μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ “γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς “ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου “ἄρξασθε.” ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
