# In XII Prophetas 20-5

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/20-5

Ἐπειδὴ γὰρ ἔφασκεν ἠγαπηκέναι τε καὶ ὡς ἐν τάξει βρέφους εἰς βραχίονα λαβεῖν, συντεῖναι δὲ ὥσπερ καὶ ἐν δεσμοῖς ἀγάπης, καίτοι βέβηλον ἔτι καὶ ἀλιτήριον ὄντα τὸν Ἐφραΐμ, ταύτῃτοι καὶ ἐπιστρέψειν πλημμελοῦντά φησιν· “Ὃν γὰρ “ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα- “ραδέχεται.” θέα δὲ ὅπως ἡμερότητος οὐκ ἀμοιρήσειν τῆς θεοπρεποῦς καὶ τὸν τῆς ἐπιπλήξεως ὑπισχνεῖται τρόπον. ἐν ἴσῳ γὰρ ἔσεσθαί φησι τοῖς εἰς σιαγόνα ῥαπίσμασι διὰ τῆς ἀνθρώπου χειρὸς τὰ ἐπ’ αὐτοὺς κινήματα. πατρὸς δ᾿ ἂν νοοῖτο κίνημα τουτὶ, φειδοῖ καὶ ἀγάπῃ κεραννύντος τὰ ἐξ ὀργῆς, καὶ οἷον ἠρέμα, καὶ χειρὶ πλήττοντος μόλις, ὡς ἂν μὴ ἀνεπιτίμητος ὑπ’ ἄρχῃ παντελῶς.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
