# In XII Prophetas 22-9

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/22-9

Ἔσεσθαι μὲν οὖν πάντη τε καὶ πάντως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀνοσιουργίαις ἐν οὐρανῷ καὶ γῆ τὰ σημεῖά φησι, καὶ τὰ τέρατα. προκείσεσθαι γεμὴν καὶ οὕτως αὐτοῖς τὰ ἐξ ἡμερότητος Θεοῦ, τὴν διὰ πίστεως δηλονότι σωτηρίαν, τὴν ἐν χριστῷ δικαίωσιν, τὸν ἀρραβῶνα τοῦ Πνεύματος, τὸν ἁγιασμὸν, τὴν ἐλπίδα τῆς τῶν οὐρανῶν βασιλείας, ἀμνησικάκως αὐτοῖς ἀνέντος Θεοῦ καὶ τὰ εἰς Χριστὸν ἐγκλήματα. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος κατῃτιᾶτο μὲν σφόδρα τοὺς Ἰουδαίων δήμους; διαρρήδην ἀνακεκραγὼς, ὡς ἀπεκτόνασι μὲν κρεμάσαντες ἐπὶ ξύλου τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, καὶ “Ἠρνήσαντο μὲν τὸν ἅγιον καὶ δίκαιον, “ ἐζήτησαν δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς.” προσετίθει δὲ τούτοις “καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν “ ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. μετανοήσατε “οὐν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ “Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύ- “μάτος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις “ὑμῶν. οὐκοῦν κἂν εἰ γένοιτο, φησὶ, σημεῖα καὶ τέρατα, σωθήσεται πᾶς ὃς ἂν ἐπιγράψαιτο δεσπότην τὸν οὐρανοῦ τε καὶ γῆς κῦρον. ὅτι δὲ ἔμελλεν ὁ λόγος τῆς σωτηρίας ἐν αὐτῇ καὶ πρώτη λαληθήσεσθαι τῇ κυριοκτόνῳ Ἱερουσαλὴμ, περιενεχθήσεσθαι δὲ οὕτω καὶ εἰς πάντα τὰ ἔθνη διὰ τῶν ἁγίων Ἀποστόλων, σαφὲς ἃν γένοιτο, τοῦ Προφήτου λέγοντος Ἐν τῷ ὄρει Σιῶν καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζόμενος, καὶ εὐαγγελιζόμενος, οὓς Κύριος προσκέκληται· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν “τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.’’ κέκληνται τοίνυν ἀπολέγδην ἐκ πάντων οἱ μακάριοι μαθηταὶ, καὶ οὐκ ἀυτόμλοι παρῆλθον εἰς ἀποστολὴν, καθάπερ ὁ ἀπόπληκτος Φαρισαῖος ἐκεῖνος, ἤγουν νομικὸς, ὃς τοῖς τῆς μαθητείας αὐχήμασιν ἑαυτὸν ἐνιεὶς, προσετίθει λέγων “ κύριε, ἀκολου- “θήσω σοι ὅπου ἐὰν ἀπέρχη.’’ ταύτῃτοι καὶ αὐτὸς ὁ Σωτῆρ’ παρενοχλοῦντά τε εἰκῆ, καὶ τῶν εὐαγγελικῶν ἐπιτηδευμάτων μάτων οὐδ’ ὅσον εἰπεῖν ἐγγὺς γεγονότα, παρωθεῖτο λέγων “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ “ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ “ τὴν κεφαλὴν κλῖναι·’’ τοῖς γεμὴν ἐπιτηδείως ἔχουσιν εἰς ἀποστολὴν ἐπεφώνει λέγων “Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμὰς ἁλιεῖς ἀνθρώπων. Ματθαιον γεμην ἐξ αὐτῶν ἀνίστη τῶν τῆς πλεονεξίας ἐργαστηρίων, ἀκολουθεῖν ἐπιτάττων· προσκέκληται δὲ, κατ’ ἰδίαν βούλησιν, οὕσπερ ἦν εἰκὸς, ἔσεσθαι δυνατωτάτους εἴς γε τὸ ἀποπεραίνειν δύνασθαι, καὶ μάλα νεανικῶς, τὸ αὐτῷ δοκοῦν, εἰ καὶ ἥρπασε τὸν προδότην ὁ τῆς ἀνομίας εὑρετὴς καὶ πατήρ.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
