Ancient Greek · ~15 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 22.1
Not analysed yet
Ἀπαριθμεῖται χρησίμως τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, καὶ ἐπ’ αὐτὸν ἄνεισι τὸν Ἠσαῦ, δυσγενεῖς ὄντας καὶ ἐξ ἀνοσίου φύντας πατρὸς ἀποφαίνων, ἵν ἐκεῖνό που τάχα νοῶ μὲν τὸ διὰ φωνῆς Ἠσαίου πλαγίως ὑποδηλούμενον “Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων.’’ ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέρριψεν εἰς γῆν τὸ ἐκ τῶν πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιώσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ, καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. “Ἕνεκα τούτου “φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·’’ ὅ ἐστι γήινος, οὐ ὅθεν οἶμαι καὶ Ἰδουμαῖοι κέκληνται λοιπὸν οἱ ἐξ αὐτοῦ γεγονότες. οὐκοῦν τὸ ἐκ τόκου καὶ μήτρας ἀξίωμα κατελυμήνατό φησιν εἰς γῆν, ἀντὶ τοῦ γηΐνου πράγματος ἠλλάξατο. Ενσχεθεῖεν δ’ ἂν τοῖς ἴσοις ἐγκλήμασιν οἱ τῶν σαρκικῶν τὴν ἀπόλαυσιν προτάττοντες τῶν πνευματικῶν, καὶ ἀνθαιρούμενοι τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τῶν μὴ σαλευομένων τὰ σαλευόμενα, καὶ καταφρονοῦντες μὲν δόξης τῆς παρὰ Θεῷ, ἀβουλότατα δὲ προτετιμηκότες τὰ ἐν ἀνθρώποις λαμπρὰ, ἃ καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνει τοὺς ἔχοντας. χρησίμως δὲ λίαν καὶ ὁ θεσπέσιος Παῦλος βοᾷ “Μή τις πόρνος, φησὶν, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως “μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.’ Καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ. Ἑτέρου πάλιν διαμέμνηται πράγματος, διαβάλλειν οἵου τε τὸν Ἰδουμαῖον, ὡς ἀεὶ γεγονότα σκαιόν τε καὶ πονηρὸν, καὶ τοῖς ἐξ αἵματος ὅτι μάλιστα δυσμενῆ καὶ πολεμιώτατον. γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς “Καὶ ἀπέστειλε Μωυσῆς “ἀγγέλους ἐκ Κάδης πρὸς τὸν βασιλέα Ἐδὼμ λέγων τάδε “λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστασαι πάντα τὸν “μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες “ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας “πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέ- “ρας ἡμῶν καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσε “Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξή- “γαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει “ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς “σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν οὐδὲ δι’ ἀμπελώνων, “οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- “σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν “παρέλθωμεν τὰ ὅριά σου· καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ “διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς “συνάντησίν σου. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ “Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου “πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω σοι τιμὴν, ἀλλὰ “τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ “δὲ εἶπεν Οὐ διελεύσῃ δι’ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς “συνάντησιν αὐτῶν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. καὶ “οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ “τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ’ αὐτοῦ. ἄθρει δὴ πάλιν ἐν τούτοις, ὡς δεινὰ καὶ πέρα λόγου παντὸς τὰ τῆς ἀφιλοστοργίας ἐγκλήματα. ὁ μὲν γὰρ Ἰσραὴλ οὐκ ἀνάργυρον ὕδωρ ἐζήτει τὸν Ἐδὼμ, ὁ δὲ ἦν ἐν ὅπλοις, καὶ παρετάττετο, καὶ μόνης παρόδου διεφθονηκὼς, καὶ εἰς τοῦτο σκαιότητος διελάσας ἠλέγχετο, ὡς εἰ μὴ ἐκκέκλικεν ὁ Ἰσραὴλ, οὐδ’ ἂν αὐτῶν αἱμάτων ἐφείσατο. ἥρπασε τοίνυν εἰς μαρτύριον φρίκην αὐτοῦ. οἱ μὲν γὰρ παρῃτοῦντο καὶ ὑπεστέλλοντο, τὸ πολεμεῖν δεδιότες, ἵνα μὴ τῆς εἰς ἀδελφοὺς δοκοῖεν ἀλογεῖν ἀγάπης· ὁ δὲ τὴν ὑποστολὴν, ἤτοι τὴν εἰς τοῦτο δειλίαν, ἢν καὶ τῷ τῆς φρίκης ὀνόματι καταδηλοῖ, πρόφασιν ἐποιεῖτο σκληρᾶς ὥσπερ διαμαρτυρίας αὐτοῖς. ἠπείλησε γὰρ ἐναργῶς, ὡς εἰ μὴ βούλοιτο τῶν αὐτῷ προσηκόντων ὁρίων ἀποφοιτᾶν, ἐξελεύσεται κατ’ αὐτοῦ καὶ πολεμήσει λοιπόν. οὐκοῦν ἀφιλάλληλος ὁ Ἐδὼμ, καὶ τοῖς τῆς μισαδελφίας ἐγκλήμασιν οὐ μετρίως ἔνοχος· ταύτῃτοι δικαίως καὶ Θεῷ κατεστυγημένος· “Ὁ γὰρ Θεὸς ἀγάπη ἐστὶ,” κατὰ τὴν Ἰωάννου φωνὴν, “καὶ καὶ ὁ μένων ἐν τῇ ἀγάπη, ἐν τῷ Θεῷ “μένει.’’ οὐκοῦν ὁ ἀγάπης δίχα διαζῆν ᾑρημένος, οὐκ ἐν τῷ Θεῷ· πόθεν; ἀλλ’ ἔξω κείσεται μᾶλλον τῆς πρὸς Θεὸν οἰκειότητος.