# In XII Prophetas 24-11

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/24-11

Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ’ αὐτοῦ μεγαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἢν ὤμοσε τοῖς πατράσιν· εἰσκεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος Δαυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη “καὶ κατεφύτευσας αὐτήν.” ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῆ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν μνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παραλύοντος. ἀλλ’ ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν υμετερων ὅρων. ἦσαν μὲν οὑν πολλαί τε καὶ ἄνα μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ’ οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμπροτέρα δὲ τῶν ἄλλων ἡ Δαμασκηνῶν καὶ Παλαιστίνων. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν Δαμάσκου βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιόχειαν, τὴν δὲ μείω καὶ στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐανκεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ραβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
