# In XII Prophetas 25-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/25-4

Kαταδῃούντων τὴν Σαμάρειαν τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μόλις ἀπέδραμον εἰς τὴν Αἰγυπτίων· ἀλλὰ καὶ αὐτὴν ἑλόντων τὴν Ἱερουσαλὴμ, ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας, εὐαρίθμητοι κομιδῆ κατελείφθησαν ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίν. οὗτοί τε εἰσῆλθον εἰς Αἴγυπτον, καίτοι παρεγγυῶντος Θεοῦ διὰ φωνῆς Ἱερεμίου, καὶ λέγοντος ἐναργῶς, μὴ χρῆναι βαδίζειν αὐτοὺς τὴν ἐνεγ- κοῦσαν ἀφέντας εἰς τὴν Αἰγυπτίων, ἠπειληκότος δὲ, ὅτι κἂν εἰ τοῦτο δρῷεν παρὰ τὸ αὐτῷ δοκοῦν, περιπεσοῦνται τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι φορτικωτέροις. ἔχει δὲ οὕτω τὸ γεγραμμένον “ Οὕτως εἶπε κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ 6. “ ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ τοῦ κατοικεῖν, καὶ “ ἔσται ἡ ῥομφαία ἢν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, “ εὑρήσει ὑμᾶς ἐν Αἰγύπτῳ.” ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃτοι λελυπημένοι, μετὰ τὴν τῶν ‘Ιεροσογύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατὰ τῶν Αἰγυπτίων οἱ Βαβυλώνιοι, καὶ ἀμογητὶ νενικήκασι, τότε συμβέβηκε τοὺς περιλειφθέντας ἐξ Ἰουδαίων συνδιολέσθαι τοῖς Αἰγυπτίοις. οἱ δὲ δὴ διαφυγεῖν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν ἰσχύσαντες, μόλις ἐπέκεινα δεδραμήκασιν, ἐπὶ τὴν Ἀρκάδων ἰόντες χώραν, καὶ ὡς εἰς πόλιν ὀχυρωτάτην κατῳκήκασι τὴν Μέμφιν καὶ τὴν Μακμάς· ἑτέρα δὲ αὕτη γείτων που πάντως, καὶ τῶν ἄλλων ἐπισημοτέρα πόλις· ἐκεῖ καὶ τετελευτήκασι, μακροὺς δηλονότι διατελέσαντες χρόνους, ὑπονοστῆσαί τε μὴ δυνηθέντες εἰς τὴν Ἰουδαίαν. ἔφη δὲ οὕτω πάλιν ὁ προφήτης Ἱερεμίας “ Διὰ τοῦτο οὕτως εἶπε κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι “τὸ πρόσωπόν μου τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους “τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, “ἐκλείψουσιν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἔσονται εἰς “ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. καὶ ἐπι- “σκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκε- “ψάμην ἐπὶ Ἱερουσαγὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν “θανάτω, καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων “’Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι “εἰς γῆν Ἰούδα, ἐφ’ ἢν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν “τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν. ἀκούεις ὅτι τετελευτήκασιν ἐν Αἰγύπτῳ, κἀκεῖ τῆς θείας αὐτοῖς ὀργῆς ἐπενηνεγμένης ; ὅταν τοίνυν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν παραιτούμενοι, καθάπερ εἰς ἐπίσημον πόλιν ἀφίκοιντο τὴν Μέμφιν, ἐκδεξεται μὲν όιὐτοὺς, πλὴν ἐν Μακμας τεθνήξονται. τοῦτο γὰρ τὸ θιίψει αὐτοὺς Μαχμάς. ὅταν τοίνυν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα, ἁλλ’ ἔνθαπερ ἃν ἴοι τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. καὶ ταυτὶ μὲν αὐτοῖς ἐν Αἰγύπτῳ συμβήσεσθαι λέγει.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
