Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 25.1
Not analysed yet
Τοῦτο δὴ πάλιν ἑτέρως ἔστιν εἰπεῖν, τὸ “Ἀφελοῦμαι τὸν b Supra ver. 9 “σῖτόν μου καθ᾿ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ “αὐτοῦ.” ἐπειδὴ γὰρ τὰς τῶν ὡρῶν εὐκαρπίας ταῖς τῶν δαιμονίνω δυνάμεσι καὶ φιλοτιμίαις προσνέμων ὁ Ἰσραὴλ, καὶ ἀβουλότατα δρῶν, αὐτοῖς ἀνετίθει τὰ χαριστήρια, καὶ οὐχὶ μᾶλλον Θεῷ, ταύτῃτοι φησὶν ὡς ἀφανιῶ καὶ καταφθερῶ τὰ δἰ ὧν ἐκείνη χειρόνως πεπλάνηται, μεμισθαρνηκέναι λέγουσα παρὰ τῶν ἰδίων ἐραστῶν, καὶ πεποίηται μὲν ἀστείως ὡς ἐπὶ μαχλώσης γυναικὸς ὁ λόγος, ὡς τό γε μὴν κατὰ ἀλήθειαν ὁ Ἰσραὴλ, ὅτι μισθὸς αὐτοῖς καὶ ἀντέκτισις τῆς εἰς τὰ εἴδωλα τιμῆς καὶ λατρείας, τὸ τῶν ὡρίμων ἀμφιλαφὲς καὶ τὸ εὐκάρπῳ περιτυγχάνειν τῇ γῇ. ὅτι δὲ καὶ τῆς ἄλλης ἁπάσης αὐτοῖς εὐθυμίας παρακεῖσθαι τὴν μέθεξιν ταύτης ἕνεκα καὶ μόνης ᾤοντο τῆς αἰτίας, εἰδείη τις ἂν καὶ μάλα ῥᾳδίως τοῖς Ἰερεμίου λόγοις ἐντυχών, ἑάλω μὲν γὰρ τὰ Ἱεροσόλυμα, διαπεφευγότες δέ τινες τοῦ πολέμου τὴν ἀκμὴν, κατέβησαν εἰς τὴν Αἰγυπτίων, καὶ σὺν αὐτοῖς ὁ προθήτης κατὰ θείαν ὀμφήν. ἐκεῖσε γοῦν συνεβούλευε λέγων τῶν τῆς εἰδωλοκατρείας παύσασθαι μολυσμῶν, καὶ παλινδρομεῖν ἑλέσθαι πρὸς Θεόν. εἶτα γυναίων ἀθλία τε καὶ ἀνουστάτη πληθὺς τὴς τοῦ προφήτου πάλιν ἀντεθέροντο λόγοις, καὶ δὴ καὶ ἔφασκον ἀναιδῶς “Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ “ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦσαι ποιή- “σομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος “ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐπανοῦ καὶ σπένδειν αὐτῇ “σπονδὰς, καθὰ ἐποήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ “οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα “καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγε- “νόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. κὰι ὡς διελίπομεν “θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες “ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν θυμῷ ἐξελίπομεν.” συνίης οὖν ὅπως μονονουχὶ καὶ ἀντέκτισιν τοῦ πεπλανῆσθαι φησὶν ἐσχηκέναι τὰ ζωαρκῆ, καὶ πρὸς γε δὴ τούτῳ τὸ εὐημερεῖν; αφανιῶ τοιγαροῦν φησὶν ἅ εἶπε Μισθώματά μου ταῦτά ἐστιν, ἃ ἔδωκάν μοι οἱ ἐραστί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον. καταμαρτυρήσει γὰρ ὥσπερ τῆς τοῦ Ἰσραὴλ μοχθηρίας ἀφῃρημένα ταυτῖ, καὶ τὴν δίκην αὐτοῖς ἐπισημοτέραν ἐργάσεται, καὶ καταφανῆ ποιήσει τὴν ὀργήν. ἔδεται δὲ αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐπανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς. νοοῖτο δ'ἂν οὐ καθ᾿ ἕναα ταυτὶ δὴ τρόπον, τριχῆ δὲ μᾶλλον τὰ ἐκ τοῦ σημαινομένου ληφθήσεται. ἢ γὰρ ἐκεῖνο φησὶν, ὅτι θηρίων ἔσται τροφὴ τὰ ἐν ἀγροῖς, ὡς οὐκ ὄντος ἔτι τοῦ κατοικοῦντος τὴν γῆν, διὰ τοῦ τὸ πλείστους μὲν ὅσους οἴκων τε καὶ πόλεων ἐκσεσοβημένους ἀποδραμεῖν οὐχ ἑκόντας εἰς Βαβυλῶνα καὶ Μήδους, δεδαπανῆσθαι δὲ τῷ πολέμῳ καὶ ἑτέρους ὅσους, ὡς ὑπὸ μόνων ἤδη τῶν θηρίων τε καὶ ἑρπετῶν τῶν Σαμαρειτῶν οὐκεῖσθαι χώραν, ἤγουν ἐκεῖνο πάλιν, ὅτι τῆς χώρας τὴν εὐκαρπίαν οἷά τινες θῆρες οἱ Βαβυλώνιοι θοινήσονται, τῶν ἐνοικούντων τὴν γῆν ταῖς τετειχισμέναις τῶν πόλεων ἐνισχημένων, καὶ οὐδὲ ὅσον εἰπεῖν ἐπέκεινα πυλῶν ἰέναι τολμώντων, καίτοι καταφθείροντος τοῦ λιμοῦ. Εἰ δέ τῳ δοκεῖ συνιέναι πνευματικῶς, καὶ δι᾿ ἑτέρας ἂν ἴοι τρίβου. ἀμπελῶνι μὲν γὰρ καὶ συκῇ παρεικαστέον εὖ μάλα τὴν διὰ νόμου παίδευσιν ἀποκομίζουσαν εἰς Χριστόν. παιδαγωγεῖ δαγωγεῖ γὰρ εἰς τοῦτο κατὰ τὴν τοῦ μακαρίου παύλου φωνήν. καὶ ἄμπελος μὲν εὐφρασίας ἂν νοοῖτο σύμβολου, γλυκύτητος δὲ συκῆ. ὅτι δὲ ψυχῇ φιλοθέῳ γλυκὺς ἀληθῶς ὁ τοῦ Θεοῦ νόμος καὶ κατευφράιενιν εἰδὼς, πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀμέτοχος μὲν ὁ Ἰσραὴλ ἀπομεμένηκεν ἀναγκαίως τῶν ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν· δέδονται δὲ πρὸς μετάληψιν τοῖς οἱονεὶ θηρίοις τε καὶ ἑρπετοῖς, φημὶ δὴ τοῖς ἐξ ἐθνῶν, οἳ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὀλίγα διενεγκεῖν θηρῶν τε καὶ ἑρπετῶν ἰοβόλων ὑπονομηθεῖεν ἂν, διὰ τὴν σκαιότητα τῶν τρόπων. πλὴν οὐ μεμενήκασιν ἐν τούτοις, ἀκολουθεῖν ᾑρημένοι λέγοντι τῷ Χριστῷ, “Μάθετε ἀπ᾿ ἐμοῦ, “ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνά- “παυσιν ταῖς ψυχαῖς ὑμῶν.” προσθείην δ᾿ ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· ὡς ἔστιν ἀνάγτκη τοῖς τὸν ἐπάρατον καὶ θεομισῆ τρίβουσι βίου, καὶ ἀπολισθῆναι δεῖν παντὸς ἀγαθοῦ, καὶ ἐν ταῖς ἁπασῶν ἐσχίαταις γενέσθαι ταλαιπωρίαις.