# In XII Prophetas 28-9

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/28-9

Ἐκ πολλῆς ἄγαν ἀγερωχίας καὶ τρυφῆς οἱ τῆς Σαμαρείας περιφανέστεροι, καὶ ταῖς ἐκ πλούτου περιουσίαις τοὺς ἄλλους λους ἅπαντας ὑπερκείμενοι, καθάπερ ἔφην ἀρτίως, οἴκους ἑαυτοῖς κατεσκεύαζον λαμπρούς τε καὶ πολυτελεστάτους, καὶ πρέποντας τοῖς καιροῖς, χειμῶνί τε φημὶ καὶ θέρει, οἳ καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολοῦνται, προεκήρυξε τὸ χρησῥύεται μῴδημα. αὐτοὺς δὴ οὖν ἄρα τοὺς τῶν οἴκων δεσπότας, τοὺς ταῖς ἐξιτήλοις τρυφαῖς καταπιαίνεσθαι μεμελετηκότας, δαμαλεις ἀποκαλεῖ τῆς Βασανιτιδος. χώρα δ’ ἡ Βασανίτις εὔβοτός τε καὶ εὐανθὴς, καὶ πολὺ λίαν ἐπιτηδείως ἔχουσα πρὸς τὸ δύνασθαι καταπιαίνειν ἀμφιλαφῶς τὰ ἐν αὐτῇ βοσκόμενα. ὡς οὖν εὐπαθοῦντας ἄγαν καὶ ἄριστα τεθραμ- μένους, καὶ μελέτην ἔχοντας τὴν τρυφὴν, δαμάλεσι ταῖς ἐκ βασᾶν παρεικάζει Θεός· αἰτιᾶται δὲ, ὅτι κατεδυνάστευον πένητας, καὶ μονονουχὶ ποσὶν ἰδίοις συνέθλων πτωχούς· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,’’ κατὰ τὸ γεγραμμένον. προσεπάγων δὲ ὅτι αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἀνυποτάκτους ὄντας ἀπέδειξεν, οὐδὲ αὐτοῖς εἴκειν ἀνεχομένους τοῖς κρατοῦσιν αὐτῶν, ὅσον ἧκεν εἰς βασιλίδα τιμὴν, ἀλλ’ οἱονείπως ἐξ ἀμετρήτου λοιπὸν ἀλαζονείας ζονείας τὸ οἰκετικὸν καὶ αὐτοῖς τοῖς κυρίοις αὐτῶν ἀπονέμοντας μέτρον. τὸ γὰρ δὴ φάναι τολμᾶν τοῖς προὔχουσι καὶ ὑπερκειμένοις Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἐπιθυμούντων ἐστὶ μᾶλλον ὑπηρετεῖσθαι ἢ ὑπηρετεῖν. τί οὖν ἄρα συμβήσεται τοῖς εἰς τοῦτο λοιπὸν ἀπονοίας ἐκβεβηκόσιν; ὀμνύει φησὶ κύριος κατὰ τῶν ἀγίων αὐτοῦ, ἤτοι κατὰ τῶν ἁγιασμάτων, ἤγουν μυστηρίων, ἅ ἐστι πάλιν αὐτός· κατ’ οὐδενὸς γὰρ ἔχει μείζονος ὀμόσαι· ὅτι παρέσονται καιροὶ καὶ ἡμεραι, ὅτε καὶ ὑμᾶς αὐτοὺς τοὺς οὕτω τρυφῶντας καὶ τεθραμμένους καὶ σπαταλᾶν εἰωθότας, ὁ τοῦ παθεῖν φόβος ἐν τοῖς τοῦ πολέμου πόνοις καὶ ἐν ὅπλοις γενέσθαι παρασκευάσει. ἀλλὰ καὶ οὕτως ἔχοντας καὶ ἐσκευασμένους λήψονται, φησὶν, ὁμοῦ φιλτάτοις καὶ γυναιξὶ καὶ κόλαξιν, οἳ μεθ’ ὑμῶν ὄντες ἀεὶ πλείσταις μὲν ὅσαις κατεκρότουν εὐφημίαις, ὠνόμαζον δὲ καὶ τρισμακαρίους· ταῦτα γὰρ ἐπιφωνεῖ τοῖς τρέφουσιν ἀεὶ τῶν κολάκων τὰ γένη. ἀλλ’ ἐμπυρισθήσονται μὲν ἐκεῖνοι· λοιμοὶ γὰρ ἦσαν καὶ ἕτερον οὐδὲν ἀποδεχόμενοι, καὶ τεθαυμακότες τοὺς αἰσχροὺς καὶ φιλαμαρτήμονας. γυμνοὶ δὲ δόξης ὑμεῖς, καὶ τρυφῆς ἁπάσης ὡς ἀποτάτω, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ὡς ἀπημφιεσμένοι, λοιπὸν ἀποκομισθήσεσθε δοῦλοι καὶ αἰχμάλωτοι, κα,) ῥιφήσεσθέ φησιν, ἐπὶ τὸ ὄρος τὸ ‘Ρεμμᾶν. ἔστι δὲ τῆς Ἀρμενίας, ἐν ἐσχάταις ἐκβολαῖς τῆς Περσῶν κείμενον γῆς· ἀγχιτέρμονες γὰρ, ὅμοροί τε εἰσὶν ἀλλήλαις αἱ χώραι. Ἒστι τοίνυν ἐντεῦθεν ἰδεῖν, ὡς εἰς πικρὸν καταστρέφει τέλος τοῖς τρυφῶσι τὸ σπούδασμα, καθά φησιν ὁ Σωτῆρ’ “Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσον- “ται.” καὶ καταλήγει μὲν γὰρ, ὡς ἔφην, εἰς δάκρυον ἡ τρυφὴ, πέρας δὲ πόνων ἀνάπαυσις. καὶ μαρτυρήσει τις λέγων ὅτι πόνων ἀγάθων καρπὸς εὐκλέης.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
