Ancient Greek · ~13 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 28.1
Not analysed yet
Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πεποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι παρακλήσεως καὶ παραμυθίας τρόπος ἃν νοοῖτο παντελῶς οὐδεὶς, ὃς οὐκ ἐγνώσθη Θεῷ. καὶ τί μετὰ τοῦτο ; συμβουλεύειν ἦν ἀναγκαῖον τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα λοιπὸν φρονεῖν τε καὶ δρᾶν, καὶ οἱονεὶ πρὸς ἀνάνηψιν ἀνακομίζειν ἐπείγεσθαι τοὺς με μεμεθυσμένους· οὐκ ἐξ οἴνου· πόθεν; ἐκ φιληδονίας δὲ μᾶλλον κοσμικῆς, καὶ τοῦ προσκεὶσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ἀπάταις. ἵνα τοίνυν μὴ ταῖς εἰς χρηστότητα καὶ φιλανθρωπίαν ὑποσχέσεσι πρὸς τὸ ῥᾴθυμον ὑπτιούμενοι, τὸν σωφρονίζειν εἰδότα παρ’ οὐδὲν ποιοῖντο λόγον, ταὐτῃτοι χρησίμως πρὸς ὑπόμνησιν αὐτοὺς τῶν δεινῶν ἀναφέρει πάλιν, ἀφανισθήσεσθαι μὲν τὴν Σαμάρειαν εἴπων, ὅτι ἀντέστη πρὸς ’τον Θέον ἀύτης εἶτα τούτοις ἐκεῖνα προστιθεὶς, ἃ δὴ μάλιστά γε καταδεδίττεσθαί τε καὶ ἀνιᾶν οὐκ ἀνικάνως ἔχοντα φαίνεται τοὺς ἀκροωμένους. νήπια μὲν γὰρ ἐδαφισθήσεσθαί φησι· συνδιολεῖσθαι δὲ τοῖς ἐμβρύοις καὶ αὐτὰς τὰς μητέρας, οὔπω τῆς λαγόνος ἐξενεγκούσας εἰς φῶς τὸ πολύευκτον ἄχθος. προκαταπτοήσας δὴ οὖν τοῖς δείμασιν, ἐπὶ καιροῦ λοιπὸν ταῖς τῶν νουθετουμένων καρδίαις τὸν καλοῦντα πρὸς μετάγνωσιν ἐνίησι λόγον, ὅτι χρὴ παλινδρομεῖν, καὶ πρὸς Θεὸν ἐπανήκειν εὖ μάλα παραφωνῶν. λέγων δὲ ὅτι ἡσθένησας ἐν ταῖς ἀδικίαις σοῦ, δίδωσι νοεῖν, ὅτι πάντη τε καὶ πάντως συγκαταλήξει ταῖς ἀδικίαις καὶ τὸ ἀσθενεῖν αὐτοὺς, καὶ τοῖς τῆς ἀποστασίας τρόποις, εἰ ἐκ μέσου γένοιντο, συνοιχήσεται καὶ τὰ δεινά. τὸν δέ γε τῆς πρὸς Θεὸν ἐπιστροφῆς καταλειαίνει τρόπον· ἔσεσθαι γὰρ ἐν ἀμείνοσι καὶ ἐν φειδοῖ τῆ παρὰ Θεῷ τοὺς ἡμαρτηκότας εὖ μάλα φησὶν, οὐ τὰ ἐκ πλούτου προσάγοντας, οὐ χρυσὸν ἀναθέντας, οὐ σκεύεσιν ἀργυροῖς τιμᾶν ᾑρημένους, οὐ βουθυσίαις, οὐ μήλων σφαγαῖς εὐφραίνοντας, ἀλλ’ εἰ χαρίσαιντο λόγους, καὶ εὐστομεῖν ἕλοιντο τὸν τῶν ὅλων Δεσπότην ἐκμειλισσόμενοι. λάβετε γὰρ μεθ’ ἑαυτῶν λόγους, εἴπατε τῷ Θεῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, τουτέστιν ἵνα μὴ ταῖς ἀδικίαις ἰσομέτρως κολάζησθε, καταπλουτῆτε δὲ μᾶλλον ταῖς τῶν ἀγαθῶν χορηγίαις, ἐπαυγείλασθε δὲ προσκομίζειν αὐτῷ τὰ ἀπὸ χειλέων, χαριστηρίους ᾠδὰς καὶ ἐξομολόγησιν. γλώσσης γὰρ τὰ τοιάδε καρποί. πλὴν ἐκεῖνο βοᾶτέ φησι, καὶ ἀραρότως ἐπαγγέλλεσθε, ὡς οὔτε ᾿Ασοὺρ σώσει ἡμᾶς, οὔτε μὴν ἔφιπποι ἀναβησόμεθα· ἀλλ’ οὐδὲ ἐροῦμεν ἔτι Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν. ἦσαν γὰρ οὗτοι τῆς ἀποστασίας οἱ τρόποι. διὰ ταῦτα προσκεκρούκασιν, ὅτι καὶ λελατρεύκασιν εἰδώλοις, καὶ τὸν ἀεὶ σώζοντα Θεὸν ἀτιμάσαντες, ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις προσνενεμήκασι τὴν ἐλπίδα. καὶ πολεμούντων μὲν αὐτοῖς τῶν Αἰγυπτίων, ἐπεκαλοῦντο τὸν Ἀσσύριον· Ἀσσυρίων δὲ πάλιν ὅπλα κατὰ τῆς Σαμαρείας ἠρμένων, κατεμισθοῦντο χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς “Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον “ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν·’ ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες “Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων “σάρκας,’’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγλέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ’ ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων Δημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα “᾿Αποσ- τροφῇ ἀποστρέψατε ἄπο τῶν ἀνομιῶν ὑμῶν, οἶκος του “᾿Ισραηλ, καὶ οὐκ ἔσονται ὕμιν εἰς κόλασιν ἀδικίας.