# In XII Prophetas 29-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/29-3

Ἐπειδὴ γὰρ ἀξιάγαστον ὑμῖν, φησὶν, εἶναι δοκεῖ τὸ ὑπὸ φυτῷ θρύπτεσθαι καὶ σκιαῖς, καὶ ἡδονὴν πεποίησθε τὸ e λυποῦν ἐμὲ, τὴν ἐπάρατον δηλονότι πλάνην καὶ ἀκαθαρσίαν· ταύτῃτοι πορνεύσουσι μὲν ὑμῶν αἱ θυγατέρες· αἱ δέ γε νύμφαι, τουτέστιν αἱ τῶν υἱῶν γαμεταὶ, μοιχευθήσονται. κἄν εἰ ταῦτα γένοιντο, φησὶν, ἠρεμήσω κἀγὼ, καὶ οὐκ ἐπισκέχομαι. ἔοικε δὲ διὰ τούτων τὰ ἐκ τοῦ πολέμου προκαταγγέλλειν κατὰ τῶν ἡμαρτηκότων ἐσόμενα βλάβη, καὶ τὰ ταῖς αἰχμαλωσίαις ἑπόμενα. οἱ γὰρ ἅπαξ ἑλόντες καὶ νενικηκότες, πράττουσιν εἰς τοὺς ἁλόντας τὸ δοκοῦν, ἀχαλίνοις ἐξουσίαις χρώμενοι, καὶ ἀνεπιπλήκτοις ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ' ἡδονὴν ἐρχόμενοι, καὶ οὔτε νόμον ὑπολογιζόμενοι, οὔτε τὸ εἰκὸς ἤ πρέπον ἐννοεῖν ἀν- εχόμενοι· ἀπεσκληκότα δὲ ὥσπερ, καὶ πολὺ βλέποντα πρὸς τὸ ἀνήμερον ἔχοντες νοῦν , οὐδεμιᾶς ἀξιοῦσι φειδοῦς τοὺς ἀθλίως πεπραχότας. ὅτι τοίνυν προκείσονται τοῖς ἐχρροῖς εἰς ὕβριν καὶ αἰσχρουργίαν τῶν πεπορνευκότων τὰ παιδία καταμεμήνυκεν ἐναργῶς.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
