# In XII Prophetas 3-10

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/3-10

Εἰ δὲ δή τισι καταφθείροιτο καὶ τὰ εἰς καρδίαν ἀγαθὰ καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷαπερ ἀκρίδος ἐπιπηδώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυρροείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλανιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς εὔσταχυν γῆν, ὡς σπέρμασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “'Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.’’ ἐξελάσει δὲ ἀπ’ αὐτοῦ τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ’ αὐτῷ γενομένους. ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε “τῶν πολλῶν τὴν ἀγά- “πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν.’’ ἀλλ’ οἵ γε χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· “Τὴν γὰρ σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
