# In XII Prophetas 3-5

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/3-5

Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου Δαυείδ “Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ “πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ “ἐλπίζειν ἐπ’ ἄρχοντας·” διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερεμίου “Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ “ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ “Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριό- “μυρίκη ἡ ἐν τῆ ἐρήμῳ, ἢ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. “καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, “καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- “νοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ “μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ “στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, “καὶ οὐ διαλείψει ποιοῦν καρπόν. ἄμεινον οὖν ἄρα προσοικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· “Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου “ἐξεζήτησα.“

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
