# In XII Prophetas 3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/3

Αρχόμενος τοίνυν τῆς εἰς τὸν μακάριον προφήτην Ὠσηέ σαφοῦς ἑρμηνείας, ἐκεῖνα προεκθήσομαι καὶ περὶ τῆς τῶν ἄλλων προφητῶν συγγραφῆς. ἔθος γὰρ ἅπασιν, οὓς ἃν ἕκαστοι ποιοῖντο λόγους μεταπλάττειν εὐκόλως ἐπὶ τὸ δοκοῦν τῷ Ἁγίῳ Πνεύματι, ὥς ποτε μὲν ἐκ τῆς ἱστορίας, ἤτοι τῶν αἰσθητῶν καὶ οἱονεί πὼς ἐν ὄψει κειμένων καὶ γεγονότων πραγμάτων, ἀναφοιτᾶν εὐκόλως εἰς τὰ ἐσώτατα καὶ πνευματικά· ὅτε δὲ αὖ καθικνεῖσθαι πάλιν, καὶ πολὺ δὴ λίαν ἀσυμφανῶς, ἐπὶ τὰ ἐν αἰσθήσει πράγματα· πλείστη δὲ ὅση παρ’ αὐτοῖς καὶ ἡ τῶν προσώπων ἐπεισφορὰ, σχετλιασμοί τε καὶ ἀναφωνήσεις, καὶ τῶν ἤδη παρωχηκότων ἡ μνήμη, καὶ τῶν ἐσομένων προάγγελσις. δεῖ δὴ οὖν ἕκαστα σαφῶς Φιλοκρινοῦντας ὡς ἔνι, τὴν τῶν νοημάτων τάξιν καὶ τὴν τῶν προσώπων διαφορὰν ἀναγκαίως ἐπιτηρεῖν· σαφὴς γὰρ οὕτως ἡμῖν καὶ ἀσύγχυτος, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένος μένος ἔσται που πάντως ὁ λόγος. χρῆναι δὲ ὑπολαμβάων, προαφηγήσασθαί τινα τῶν συμβεβηκότων τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἵνα μὴ ταράττοιτο τῶν ἐντευξομένων ὁ νοῦς, ποτὲ μὲν ἀκούων Ἐφραὶμ καὶ Ἰσραὴλ καὶ μέν τοι καὶ Σαμαρειαν, Ἰούδαν τε αὖ καὶ Βενιαμίν. πλείστη γὰρ ὅση τῶν τοιούτων ὀνομάτων παρὰ τοῖς ἀγίοις προφήταις η μνήμη.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
