# In XII Prophetas 34-11

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/34-11

Tοῖς οὖν οὕτω φρικτοῖς ἐγκλήμασιν ἐνισχημένον εὑρήσομεν τὸν ἀπόπληκτον Ἰσραήλ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐθεσμοθέτει διὰ Μωυσέως πῆ μὲν ὅτι δύο καταθύειν ἀμνοὺς προσῆκεν αὐτοὺς κατὰ πᾶσαν ἡμέραν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ πρωὶ μὲν ἕνα, καὶ δείλης δὲ τὸν ἕτερον, τὸ οἱονεὶ συνεχὲς καὶ ἀδιάλειπτον εἰς εὐοσμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, τῆς Ἐκκλησίας ὑποδηλῶν ὡς ἐν αἰνίγμασί τε καὶ τύποις· προσενομοθέτει δὲ πάλιν “Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφ- “θήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου.’’ καὶ ἐν τούτοις τοῖς τρισὶ καὶ διωρισμένοις κατὰ τὸν νόμον καιροῖς, προσῆγον δεκάτας, ἀπαρχὰς ἀγρῶν, θυσίας, εὐχαριστήρια. γέγραπται γὰρ ὅτι “Oὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.’’ ἀλλὰ τὰ οὕτως ὀρθῶς διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα θεσπισμένα μεθιστάντες αὐτοὶ πρὸς δόξαν εἰδώλων, ἐν τοῖς ἐκείνων τεμένεσιν ἀνέφερον εἰς τὸ πρωὶ τὰς θυσίας, προσεκόμιζον δὲ καὶ εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν. τριημερίαν δὲ λέγει τὰς τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ, καθ’ ἃς, ὡς ἔφην, ἔδει πᾶν ἀρσενικὸν ἐνώπιον ἔρχεσθαι Θεοῦ. καὶ οὐ μέχρι τούτων τὸ δυσσέβημα τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἀνεγνωσαν ἔξω νόμον, τουτέστι, τετιμήκασι τὸν τῶν ἀλλοτρίων νόμον, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸν παρὰ Θεοῦ. προσεκόμιζον γὰρ τὰς θυσίας ἐν τοῖς τῶν εἰδώλων τεμένεσι κατὰ καιροὺς ὡρισμένους καὶ πλείστην ὅσην ἐποιοῦντο τὴν ἐπιτήρησιν τῶν ἐξ ἔθους αὐτοῖς ἑορτῶν. ἤγουν ἐκεῖνό φησιν, ὅτι τὰ εἰς δόξαν ἐμὴν τεθεσπισμένα, τοῖς ἔξω τεθείκασι, καὶ τὸν ἐμὸν τοῖς εἰδώλοις ἀνέθεσαν νόμον, αὐτοῖς ἀναφέροντες τὰς κατὰ πρωὶ θυσίας, καὶ ἐν ταῖς τριημερίαις ἀνατιθέντες τὰ ἐπιδέκατα αὐτοῖς. καὶ ἐπεκαλέσαντο ὁμολογίας. καὶ τὸ μὲν ἐπεκαλέσαντο ὅτι ηὔξαντο δηλοῖ, τουτέστιν ὑπέσχοντο· ὁμολογίαι δέ εἰσι τὰ κατὰ νόμον ἑκούσια, καὶ ἅπερ ἄν τις ἐθελοντὴς προσκομίζοι Θεῷ. εἶτα τοῖς ἱερεῦσιν ἐπιφωνεῖ τὸ ἀπαγγείλατε καὶ διαμαρτύρασθε, ὅτι ταυτα ηγαπησαν οἱ υἱοὶ Ἰσραηλ, τουτεστιν, οὔχι μόνον εἰσάπαξ τετολμήκασι, ἀλλὰ καὶ ἠγάπησαν, τὰ Θεοῦ δηλονότι μεμισηκότες. δεῖ γὰρ εἶναι μονοτρόπους. τὸ γάρ τοι χωλεύειν, καὶ ἐπ’ ἄμφω βαίνειν ἐπείγεσθαι, πολλὴν ἂν ἔχοι παρὰ Θεῷ τὴν καταβοὴν, καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτῆρ’ “ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν “ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται “καὶ τοῦ ἑτέρου καταφρονήσει.” παγχάλεπον δὲ τὸ ἀποπλνᾶν ἑτέρωθι τὰ εἰς δόξαν Θεοῦ, καὶ τῆς αὐτῷ πρεπούσης τιμῆς ἀξιοῦν ἑτέρους. ἴδια γὰρ καὶ ἐξαίρετα τὰ Θεοῦ, πρέποι δ’ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν αὐτῷ καὶ μόνω.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
