# In XII Prophetas 35-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/35-4

Ηκοντος ἤδη τοῦ χρόνου, καὶ πεπερασμένου τοῦ καιροῦ, καθ’ ὃν ἔδει λοιπὸν τῆς αἰχμαλωσίας ἀνεῖσθαι τὸν Ἰσραὴλ, Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μηδῶν ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν, περί τε Μηδῶν φησὶ καὶ Περσῶν “Ἐπιθήσονταί σοι, καὶ “ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, “ὅτι τῷ κυρίῳ ἀντέστης·” Κύρου δὲ πέρι “Ἀνέβη λέων “ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ “ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς “ἐρήμωσιν, καὶ αἱ πόλεις σου καθαιρεθήσονται, παρὰ τὸ “μὴ κατοικεῖσθαι αὐτάς. ὅτι δὲ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ τῷ Κύρῳ διδοὺς τὸ κρατεῖν, πληροφορήσει λέγων ὁ προφήτης Ἡσαΐας “τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, “οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη “καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ “θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν “σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, “καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς “ σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. νενικηκὼς τοιγαροῦν ὁ Κῦρος, καὶ κατὰ κράτος ἑλὼν τὴν Βαβυλωνίων, ἀνῆκε τὸν Ίσραὴλ, καὶ δὴ καὶ ὑπονοστήσαντες, κατῳκήκασι τὴν ἑαυτῶν.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
