Ancient Greek · ~12 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 35.1-2
Not analysed yet
Ἑφην ἠδη πλειστάκις, ὅτι τὰς μὴν δέκα φυλὰς τὰς ἐν Τῇ Σαμαρείᾳ, τῶν προφητῶν οἱ λόγοι καλοῦσιν Ἰσραήλ Ἰούδαν γεμὴν καὶ Βενιαμὶν ἔσθ ὅτε τὰς ἐν τοῖς Ἰεροσολύμοις Δύο φυλὰς, τήν τε τοῦ Ἰούδα φημὶ, καὶ τὴν τοῦ Βενιαμίν. Γέγονε τοίνυν περὶ ἀμφοῖν εἰς τὸ παρὸν ὁ λόγος, καὶ τὴν ἑκατέρας πληθξύος ἀπελεέγχει νόσον. Θέα γὰρ ὅπως κατονειδίζει τὸν Ἰσραήλ ὡς ἀσύνετον κομιδῆ καὶ ὁλιγογνώμονα, ταύτῌτοι γεγονότα καὶ ἀποστάτην, εἴπερ ἀσυνεςίας ἔγκλημα τῆς ἐσχάτης νοοῖτ᾿ ἂν εἰκότως, τὸ ταὶς τῶν εἰδώλων λατερίαις προσκεῖσθαι φιλεῖν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀπονοσφίζεσθαι. Σημαίνει δὴ οὖν ἐνθάδε τὸ μὴ ἀγ; νοει, τὸ μὴ ἔσο μωρὸς, μηδὲ τῆς εἰς λῆξιν ἡκούσης ἀσυνεςίας ἔμπλεωως. ἐντρέπει δὲ Πάλιν καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, τουτέστι τὸν Ἱούδαν, ὡς ὑποκριτὴν καὶ ἀνοςίως ὑβρίζοντα, διά γε τοῦ βαίνεινα ἐπ᾿ ἄμφω, μᾶλλον δὲ χωλεύειν ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις, κατὰ Τὴν τοῦ προφήτου φωνήν. ὑπεπλάττετο μὲν γὰρ ἐπιηδεύειν Τε καὶ ἀγαπᾶν τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὰς κατὰ νόμον Θυςίας ἐτέλει· ἀπήλλακτο δὲ οὐδαμῶς τοῦ καὶ αὐτοῖς ἐπείγεσθαι τοῖς δαιμονίοις προσκυνεῖν, εἰ καὶ μὴ λίαν ἀναφανδὸν, ἀλλ᾿ οὖν κεκρυμμένως καὶ λεληθότως. Καὶ γοῦν ὁ μακάριος Προφήτης Ἰεζεκιὴν ὀρύττειν ἐν τῷ τόιζῳ προσετάττετο· εἶτα Τγεθέαται πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπὶ Τῶν τοίχων. Καὶ τί πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός; “Ἑώρακας “υἱὲ ἀνθρωπου, ἃ οἰ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν “ὧδε; ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν, “διότι εἶπαν Ἐγακταλέλοιπεν ὁ κύριος, οὐκ ἑφορᾷ ὁ Κύριος “τὴν γῆν.” Τεθεᾶσθαι δέ φησιν ὁ προφήτης καὶ γυναίκας Καθημένας καὶ θρηνούσας τὸν Θαμοὺζ, ὅς ἐστιν Ἄδωνις Τῇ Ἑλλήνων φωνῇ. ἄθρει δὴ οὖν, ὅτως καίτοι τὸν θεῖον περιέποντες ναὸς, καὶτ ῆς κατὰ νόμον λατρείας μεταποιεῖσθαι Προσποιούμενοι, λεληθότως κατεμολύνοντο μεριζόμενα πρὸς Λατρείας τὰς ἀλλοκότους κὰι δαιμονιώδεις, καὶ Θεῷ κατεστυγημένας. Οὐκοῦν σὺ μὲν Ἰσραὴλ ὁλοτρόπως ἐκκεκλικὼς, Μὴ ἀγνόει φηςὶ, τουτέστιν ἀπόσχου τῆς ἀμαθίας, κατάληγε τῆς οὕτως εἰκαίας καὶ βεβήλου γνώμης· δίξαι σύνεσιν τὴν Διὰ νόμου καὶ προφητῶν, ἤτοι τὴν διὰ Χριστοῦ καὶ εὐαγγελικήν. Καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα· ἔστι Δὲ πόλις εἰδωλολατροῦσα λίαν· καὶ εἰς τὸν οἶκον τῆς ἀδικάς Μὲη ἀναβαίνετε, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον. Κὰι γάρ ἐστι τῶν ἀτόπων ὅρκιον μὲν ποιεῖσθαι θεὸν, καὶ ἐπὶ γλώττης ἔχειν τὸν ζῶντα Κύριον, προσκυνεὶῖν. ἀπέθετο γὰρ Ἱεροβαὰμ τὴν μίαν εἰς Βαιθὴκ, καὶ τὴν ἑτέραν εἰς Δάν. Οὐκ ἐᾷ τοιγαροῦν ὐποκρίνεσθαι μὲν τὴν εἰς Θεὸν εὐσέβειαν διά τοῦ τὸν Κύριον ὀνομάζειν, κατακομίζεσθαι δὲ πρὸς ἑκτόπους Ψευδολατρείας, ἀναβαίνοντας εἰς Γάλγαλα, καὶ εἰς τὸν οἶκον Τῆς νἀδικίας. Οὖκον δὲ ἀδικίας ὀνομάζει τὴν Βαικθήλ. Διὰ Ποίαν αὐτίαν διερμηνεύεται μὲν γὰρ ἡ Βαιθὴλ οἶκος θεοῦ. ἀλλ᾿ οἶκος εἰδώλου γέγονειν, ἀδικηθέντων τρόπον τινὰ καὶ γοῦ πράγματος καὶ αὐτῆς δὲ τῆς ἐπωνυμίας, οἶκος γὰρ, ὡς ἔχφην, εἰδώλου γέγονεν ὁ οἶκος τοῦ Θεῦ. Καὶ γοῦν ἔφη που διὰ τῆς Ἰερεμίου φωνῆς περὶ τῆς πληθύος τῶν ἐξ Ἱσραήλ· x “Τί ἡ ἠγαπημένη ἐν τῷ οὔκῳ μου ἐποίησε βδέλυγμα;” Φαίη δ’ ἂν εἰκότως ὁ τῶν ὅλων Θεὸς ἐπί γε τοῖς ἐξ Ἰούδα καὶ x Βενιαμίν “Ἐγγίζει μοι ὁ λαὸς οὖτος, τοῖς χείλεσιν αὐτῶν “τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῥῤω ἀπέχει ἀπ᾿ ἐμοῦ.”