# In XII Prophetas 37-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/37-3

Ἕως ἔτι φορητὰ καὶ μεμετρημένα πλημμελοῦμεν, ὡς ἄνθρωποι, καὶ εὐόλισθον ἔχοντες εἰς ἁμαρτίαν τὴν φύσιν, παραπέμπεται Θεὸς ἐξ ἐμφύτου φιλανθρωπίας. οἶδε γὰρ οἶδε “τὸ πλάσμα ἡμῶν, μέμνηται δὲ ὅτι καὶ χοῦς ἐσμὲν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπὰν δέ τι μέγα καὶ ἐξαίσιον καὶ δύσοιστον ἀληθῶς πράττηται πρὸς ἡμῶν, ὃ καὶ αὐτὴν ἐσθ’ ὅτε τὴν τοῦ κρίνοντος ἠπιότητα παραθήγει λοιπὸν, μόνον δὲ οὐχὶ καὶ οὐκ ἐθέλουσαν καταβιάζεται πρὸς ὀργὴν, τὸ τηνικάδε τρέχει πρὸς ἀνάμνησιν ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν τισὶ πεπλημμελημένων. ταύτῃτοί φησι περί τε τοῦ Ἐφραΐμ καὶ τῆς Σαμαρείας, ὅτι πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην. εἰκὸς δὲ δὴ πάλιν κἀκεῖνο ἡμῖν ἐν τούτοις τὸ προφητικὸν θέλειν ὑποδηλοῦν χρησμῴδημα. παρῆκα μὲν γὰρ φιλαγάθως φησὶ τῶν ἐν Σικίμοις ἀπολωλότων ὑπὸ Λευΐ τὴν σφαγὴν, διά τοι τὸ ὑβρίσθαι Δίναν τὴν ἐξ Ἰακώβ. ἐπειδὴ δὲ καὶ νῦν ἀπεκτόνασι, μεμνήσομαι καὶ τῆς ἀρχαίας αὐτῶν ἀδικίας, καὶ ὡς φονευτὴν ἤδη καὶ ἀπηνῆ, καὶ τῶν πάλαι πλημμελημάτων ἐξαιτήσω δίκας. ἐκύκλωσε γὰρ αὐτούς φησι τὰ διαβούλια αὐτῶν· ὅμοιον ὡς εἰ λέγοι Πεπολιόρκηνται λοιπὸν ὑπὸ τῶν ἰδίων ἐνθυμημάτων καὶ ἀνοσίων σκέψεων· ἀπεκτόνασι μὲν γὰρ δόλῳ καὶ ἀπάταις τοὺς ἀπὸ Σικίμων ποτὲ, νυνὶ δὲ λῃστείαις, καίτοι πρὸς Θεὸν ἐπιστρέφοντας. ἐπειδὴ δὲ πέρα λόγου τὰ πλημμελήματα λοιπὸν ἀπέναντι τᾶι προσώπου μου ἐγένοντο, οὐ γὰρ περιόψομαί φησι, τὰ τοιάδε τῶν κακῶν, οὔτε μὴν ἐξ ὀμμάτων ἔτι τιθεὶς, βραδὺς ἔσομαι κολαστής.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
