# In XII Prophetas 38-2

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/38-2

Μὴ ζηλώσῃς τοιγαροῦν, ὦ Ἰούδα, φηςὶν· εἰ γὰρ Καὶ ἐν ἴσῳ δαμάλεσι παροιστρήσας ὁ Ἰσραὴλ ᾤχετο πρὸς ἀπόστασιν, ἀλλ᾿ οὐκ ἀζήμιον ἔσται τὸ ἐγχείρημα αὐτῷ. ἀπελεύσεται γὰρ αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τὴν Περςῶν καὶ Μήδων νεμηθήσεται οὐκέτι θραςὺς, καὶ οἰονείπως ἐξήνιος καὶ ἀτιμαγέλας· τοιαύτη γὰρ ἀεί πως ἐστὴν ἡ παροιστρῶσα δάμαλις. ἀλλα ἐν ἵσῳ γεγονὼς τοῖς ἠπιωτάτοις ἀμοῖς. Ταπεινὸν γὰρ ἀεὶ καὶ περιδε]ς τῶν αἰχμαλώτων τὸ Χρῆμα, καὶ τῆς τοῦ πάσχειν κακῶς ἐλπίδος οὐ μακρὰν, καὶ Τῇ τῶν κρατούντων πλεονεξίᾳ κατηχθισμένον. Εὐρύχζωρον Δὲ τὴν Περςῶν τε καὶ Μήδων ὀνομάζει γῆν, μονονουχὶ Τοιοῦτόν τι λέγων»· εἰς πλατεῖαν καὶ ἀκατάληπτον νεμηθησεται γῆν, καὶ πολλὰς ἀμείψει χώρας, οὐ τὸν αὐτὸν ἔχων ἀεὶ δεσπότην, ἀλλὰ πρὸς τὴν τοῦ δεχομένου μετανιστάμενος. Πάθοι δὲ ἂν τοῦτο αὐτὸ καὶ ἀνθρώπου ψυχὴ, τῆς πρὸς θεὸν ἀγάπης ὀλιγωρήσασα. Περιενεχθήσεται γὰρ εἰς πᾶν ὀτοιῦν τῶν τοῖς δαιμονίοις ἠγαπημένων, ἀἰχμάλωτος καὶ δειλὴ κὰι 15 ἄναλκις, καὶ δὴ καὶ δικαίως ἀκούσεται λέγοντος Θεοῦ “Παι- “δεύσει σε ἡ ἀποσταςία σου,καὶ ἡ κακία σου ἐλέγξει σε.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
