# In XII Prophetas 39-14

Cyrillus, In XII Prophetas, Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/39-14

Ομοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ιερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δοξαν, Ἰερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν “ Ἐπὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς “στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων “καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- “τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα “αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- “μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·” ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ ̔Ιερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔση καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ὡς “ ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς “αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- “τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.’’ ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
