# In XII Prophetas 4-13

Cyrillus, In XII Prophetas, Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/4-13

Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῶ νοοῖτ᾿ ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ’ ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων “Ἄρατέ με καὶ ἐμβάλετε εἰς “τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· κατεπόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν δισκονίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν “πάντα “τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς “καὶ τοῦ Υίοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.’’ πλὴν οὐ σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἴωνας. οὔκουν εἰ μὴ πάντα τῆς ἱστορίας ’τον λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκοπὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἰ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
