Ancient Greek · ~12 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 4.1
Not analysed yet
Τοῖς ἀπὸ γνώμης ἰδάς οὐκ ἐπιστρέφουσι πρὸς Θεὸν, οὔτε μὴν ἀνεχομένοις τὰ αὐτῷ δοκοπυντα πληροῦ, ἀλλὰ τῆς οὐκ οἶδ’ ὅπως τετιμημένης αὐτοῖς φαυλότητος ἀπρὶξ ἡμμένοις, ποινὴ καὶ κόλασις ἐπινοεῖται τις, ἐφ’ ὅπερ ἦν ἄμεινον ἐξ ἰδίας φέρεσθαι γνώμης, ἐπ’ αὐτὸ δὴ τοῦτο μετατιθεῖσζα λοιπὸν, ὡς ἐξ ἀνάγκης καὶ φόβου. ὅνπερ γὰρ τρόπον τῶν ἐν τοῖς σώμασι τραυμάτων τὰ δυσχερῆ καὶ δυσμεταχείριστα, κἂν εἰ μὴ ταῖς τῶν φαρμάκων δυνάμεσιν εἴκοντα δέχοιντό τινα τὴν εἰς τὸ ἄμεινον μετατροπὴν, ἢ σιδήρῳ τ΄ρμενται, τῆς τῶν ἰατρῶν ἐμπειρίας εἰς τοῦτον καλούσης τῆς ἐπικουρίας τὸν τρόπον,, ἤγουν νικᾶται πυρί· οὕτω καὶ ἀνθρώπου ψυχὴ πολὺ διανεύσασα πρὸς ἀπόστασιν τὴν ἐξ ἀγαθῶν, κἂν εἰ μὴ b παῖς τῶν νουθετούντων εἴκοι φωναῖς, μήτε μήν ἕλοιτο μεταφοιτᾶν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, νικᾶται ταῖς δίκαις, καὶ τοῖς τῆς κολάσεως ἐναλοῦσα βρόχοις, ἀναγκαίαν ποιεῖται τὴν ἐπιστροφήν· ὁποῖόν ἐστι τὸ δια φωνῆς Ἱερεμίου “Πόνῳ “καὶ μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ.” ψάλλει δέ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἠγαπηκότων τὸ πολὺ δὴ λίαν ἄγεσθαι πρὸς τὸι πλημμελεῖν ,“Έν κημῷ καὶ “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων “πρὸς σέ.” τὰ γάρ τοι σκληρά τε καὶ ἀστοιχείωτα τῶν ἀλόγων ζώων χαλινοῖς περιτ ρέπουσιν εἰς τὸ εὖ ἔχειν δοκοῦν οἱ πωλοδαμνεῖν εἰωθότες· οὕτω καὶ Θεὸς χρη σίμως προσφέπεται τοῖς σφόδρα φιλαμαρτήμοσιν. οὐκοῦν συνεβούλευον μὲν τῇ Συναγωγῇ προφῆται καὶ δίκαιοι τῆς τῶν εἰκδώλων ἀποφοιτῆσαι λατρείας, καὶ τῆς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένης ἀποσχέσθαι πλάνης. καὶ οὐ μέχρι τούτων· ἀλλὰ καὶ αὐτὸς 25 ἠπείλει Θεὸς ἐπιθήσειν αὐτοῖς τὰ πάντων αἴσχειστα τῶν κακῶν, εἰ μὴ ἕλοιντο παλινδρομεῖν εἰς τὸ φρονεῖν τε καὶ δρᾶν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα. οἱ δὲ ἦσαν ἔτι δεινοί τε καὶ ἀτεράμονες, καὶ τὴν διάνοιαν ἀκαμπεῖς. ταύτῃτοι δορίληπτοι γεγονότες εἰς Ἀσσυρίους καὶ Μήδους, μακροὺς δια- τετελέκασι χρόνους. οὗ γεγονότες, καὶ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, ἔθυον μὲν ταῖς δαμάλεσιν οὐκέτι· πῶς γὰρ, ἢ πόθεν; οἱ δὲ ἦσαν ἐν ἀφύκτοις ἄδη κακοῖς· ἀλλ’ οὐδὲ αὐτὸν ἐπεκαλοῦντο τὸν Βάαλ· διετέλουν δὲ μᾶλλον, τὰς ἑαυτῶν ἀνοιμώζοντες συμφοράς. τοῦτό τοι φησίν ὁ τῶν ὅλων Δεσπότης, Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτης. οἰχήσεται γὰρ αἰχμάλωτος, φησί, καὶ οὐκ ὄψομαι θύουσσαν ἔτι τῷ Βάαλ, οὔτε ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπιτελοῦσαν ὁλοκαυτώματα, ἐκ πολλῆς ἄγαν ἀγερωχίας μονοουχὶ καὶ ἀπογυμνοῦσαν τοῖς ἐρασταῖς τοὺς μαστούς· ἐφησθήσομαι δὲ μᾶλλον ἀλυούςῃ τε καὶ ταλαπωρουμένῃ, καὶ ἀνήκεστον ἐχοὐσῃ συμφορὰν, ἐν γῇ οὐκ ἰδίᾳ, καὶ ὑπὸ δεινοῖς καὶ πικροῖς γεγενημένῃ δεσπόταις. ἐποίσω δὲ ταῦτα, τῆς ἐμῆς ἐπικουρίαζας ἀπογυμνώσαςα αὐτῆν, καὶ ἀσχήμονα καταλελοιπὼς, ὡς ἐν οἷς ἦν ἐν ἀρχαῖς ὁρᾶσθαι γεγενημένην, ὅτε τὸν τῆς Αἰγυπτίων πλεονεξίας ἀχθοφοροῦσα ζυγὸν, γυμνὴ διετέλει τῆς παρὰ ἐμοῦ χάριτός τε καὶ ἀγάπης, καὶ σοφίας νομικῆς. οὐκοῦν εἰς ὑποστροφὴν, καὶ ἀνόπιν ὥςπερ ἰοῦσα κπάλιν ἐν οἷς ἦν, γέγονεν ἡ Συναγωγὴ, τῆν μεταξὺ τιμήν τε καὶ τε καὶ δόξαν ἐξ άμαθίας ζημιουμένη.