# In XII Prophetas 40-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/40-4

Οὐκοῦν, ἀγαπῶντες μὲν τὸ εἶναι μετὰ Θεοῦ, καὶ τιμῶντες ὡς καλέσαντα καὶ ἐπιλεξάμενον, καὶ ὥσπερ ἐξ ἐρήμου καὶ ἀκανθοτόκου γῆς ἁρπάσαντα τῆς ἐν τῶδε τῶ κόσμω κατα- στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ καὶ εὐλόγως μεμίσηνται. “ Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “ οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “ Ὥστε ὁ “ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
