# In XII Prophetas 41-6

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/41-6

Ὡραῖα μὲν τυ ἐρήμου φησὶ τὰ ἐν πεδίοις τάχα που τοῖς ἀνηρότοις αὐτομάτως φυόμενα· ξύλα γεμὴν τοῦ ἀγροῦ ἐν κήποις τε καὶ παραδείσοις εὐγενῆ βλαστήματα, καὶ ταῖς ἐξ ὡρῶν εὐκαρπίαις περιανθίζεσθαι πεφυκότα· ταῦτά τε ἐν εἴδει πυρὸς μονονουχὶ κατεδηδοκέναι βροῦχόν τε καὶ ἐρυσίβην. ποιεῖται δὲ χρησίμως τὴν πρὸς Θεὸν εὐχὴν εὐτεκνέστατα, διδάσκων, ὡς ἥκιστα μὲν παρ’ ἑτέρου δεήσει ζητεῖν τῆς συμφορᾶς τὴν ἀπόστασιν, προσάγειν δὲ μόνῳ τῷ σώζειν ἰσχύοντι τὰς λιτὰς, καὶ ὡς ἐξ ὀργῆς ἐπάγοντι τὰ καταλυπεῖν εἰωθότα. μὴ γὰρ δὴ χρῆναι φρονεῖν εὖ μάλα φησὶν αὐτομάτως τὰ τοιάδε συμβῆναι τῶν κακῶν, ἐπενηνέχθαι δὲ μᾶλλον ὡς ἐκ θείων αὐτοῖς μηνιμάτων· καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησίν “Εἰ ἔσται κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν; οὐ γὰρ ἂν γένοιτό τι τῶν κακοῦν εἰωθότων ἢ πόλεις ἢ χώρας, ὃ πράττοιτο ἂν μὴ οὐκ ἐφιέντος Θεοῦ. σώζει γὰρ οὓς ἂν ἕλοιτο, καὶ ἀπαλλάττει κακῶν. ἀναπείθει δὴ οὖν τῶν λελυπηκότων τὴν λύσιν παρὰ Θεοῦ ζητεῖν, ῥιπτοῦντας ὡς ἀποτάτω τό γε οἴεσθαι δεῖν τῆς τῶν ψευδωνύμων θεῶν χειρὸς, καὶ ἐπικουρίας δεδεῆσθαι τὰ κατ’ αὐτούς. ἐξηράνθαι δέ φησιν ἀφέσεις ὑδάτων. ὑετοῦ γὰρ τὴν γῆν οὐκ ἄρδοντος, καθιεμένης δὲ πρὸς τούτῳ τῆς ἐρυσίβης, ἐξωπλισμένης δὲ καὶ ἀκρίδος, καὶ βρούχου πηδῶντος, καὶ κάμπης ἑρπούσης, πῶς ἦν ἀμφίβολον ὡς πάντη τε καὶ πάντως οἴχοιτο ἃν αὐτοῖς τὰ ζωαρκῆ πρὸς τὸ μηδέν; καταφθειρομένης δὲ καὶ πόας, πᾶσά πὼς ἀνάγκη καὶ κτήνη παθεῖν τὸν ὄλεθρον.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
