Ancient Greek · ~15 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 42.1
Not analysed yet
Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐχ ἑτέρου του χάριν τοὺς θείους χρῆναι ναοὺς ἐπιτελεῖσθαι διδάσκων, ἢ ὥστε δοξολογεῖν ἐν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, καὶ τὴν αὐτῷ πρέπουσαν ποιεῖσθαι προσκύνησιν, ἐπετίμα ποτὲ τοῖς Ἰουδαίων ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ “ποιήσας φραγέλλιον “ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέ- “γραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς “Ἐμνήσθησαν οἱ μαθηταὶ, ὅτι γεγραμμένον ἢν Ὁ ζηλος του οἴκου σου κατα- “Φάγεταί με.” ἐπέπληττε δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος τοιάδε τινὰ τολμᾶν εἰωθόσι· γράφει γὰρ οὕτω “Μὴ γὰρ “οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας “τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. ἀλυσιτελὲς δὴ οὖν ὁρᾶται πανταχῆ τὸ τοῖς θείοις οἴκοις κατακεχρῆσθαι τολμᾶν, ὡσανεὶ καὶ κοινοῖς καὶ τοῖς ἑκάστῳ προσήκουσιν ἰδικῶς. ποῦ γὰρ ἃν ἔτι τὸ Θεῷ προσῆκον τηροῖτο σέβας, εἰ σαρκὸς ἡδονὰς θεραπεύομεν ἐν ὀφθαλμοῖς αὐτοῦ; καὶ ἐν οἷς ἔδει λαμπροὺς ὁρᾶσθαι διὰ σεμνότητος, ἐκεῖσε καταγελᾶσθαι κατ’ ὀλισθαίνοντας εἰς τὸ ἀκαλλὲς, καὶ δρᾶν ἐθέλοντας ἃ μὴ θέμις; ὃ δὴ ποιοῦντάς τινας οὐκ ἀμωμήτους ἐᾷ, καὶ σφόδρα εἰκότως. οὐ γὰρ ἀπήλλαττον, φησὶ, περιτανυσμάτων τὸ θυσιαστήριον, ἀλλ’ ὑπ’ αὐτῶν πεπτωκότες, καταμεθύειν κατετόλμων καὶ τὰ ἡδονῆς ἔργα πληροῦν, ἵνα καὶ ἀκούσειαν Θεοῦ λέγοντος ἐναργῶς “Καὶ “ἐγὼ μάρτυς, λέγει Κύριος.” τίνος δ’ ἃν ἀπόσχοιτο τῶν ἀτόπων κάτοινος ἀνὴρ, καὶ τὰς φρένας παρενηνεγμένος καὶ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν; ἐφόρα μὲν γὰρ ο τῶν ὅλων Θεὸς καὶ “τὰ ἐν τῶ σκότει,’’ κατὰ τὸ γεγραμμένον, καὶ ἄποπτον αὐτῶ παντελῶς οὐδέν· δοκεῖ δέ πὼς τὰ ἐν ἐκκλησίαις μάλιστα, μονονουχὶ παρόντος τε καὶ θεωμένου, πράττεσθαι πρὸς ἡμῶν. καὶ εἴπερ ἐστὶ πάναισχρον ἀληθῶς, καὶ τὴν ἐσχάτην ἐκ νόμου κατάρρησιν ἔχον, τὸ μεθύειν ὅλως, πῶς οὐ παντὸς ἐπέκεινα λόγου τοῦ πρὸς φαυλότητα βλέποντος, τὸ καὶ ἐν αὐταῖς ἐκκλησίαις ὁρᾶσθαι τοιούτους; καὶ τὸ ἔτι φορτικώτερον, εἰ ἐξ ἀδίκων καὶ πονηρῶν λημμάτων τὰ εἰς τρυφὴν συλλέγοιτο; οἱ τοῦτο δρῶντες ἀκούσονται Θεοῦ λέγοντος ἐναργῶς “Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός “μου;” οὐκοῦν τὰ ἑτέρων ἐγκλήματα πρὸς ὠφελείας ἡμῖν ἔσονται πολλῆς, καὶ δι’ ὧν ἕτεροι προσκεκρούκασιν, ἀμείνους ἡμεῖς ἐσόμεθα, εἰ παραιτοίμεθα τὰ ἐκείνων. ἀσφαλέστεροι γὰρ οἱ σώφρονες εἶεν ἂν εἰκότως, εἰ δὴ βούλοιντο διαζῆν ἐννόμως, εἰ μὴ ζηλοῦν ἕλοιντο πονηρούς. Αλλ᾿ εἰ μὲν λέγοιτο πρὸς τὸν Ἰούσαν, ἤτοι ἤτοι ἃς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις Τὰ ἱμάτια Αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ἔχοιεν ἂν ὀρθῶς τῆς πρὸς ἡμῶν ἀρτίως εἰρημένης θεωρίας ὁ λόγος. εἰ δὲ δὴ φέροιτο καὶ κατὰ τοῦ Ἱσραὴλ τὸ πλημμέλημα, φαίην ἂν, ὅτι οὐκ ἐν τῷ οἴκῳ αὐτοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, οὐδὲ ἐχόμενα τοῦ θυσιαστηρίου αἱ διὰ τῶν περιτανυσ μάτων ἐπλέκοντο σκηναὶ, ἤγουν τὰ ἐκ μέθης ἐπράττετο, ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν, ἵνα λέγοι τὸν Βαὰλ, ἤγουν ἕτερόν τινα τῶν ἐξ ἐπινοίας ἀνθρωπίνης εἰς τύπον εἰδώλου πεποιημένων. πῶς οὖν ἔτι καταλογισθεῖεν ἃν εἰς ἔγκλημα τῷ Ἱσραὴλ, τὸ ἐν οἴκῳ τυχὸν εἰδώλων, καὶ παρ’ αὐτὸ τὸ βέβηλον θυσιαστήριον οἴνῳ τε μεθύειν καὶ ἐξυφαίνειν σκηνάς; ὅτι ταῦτα τετιμήκασι, καὶ μέθης ὥσπερ καὶ αἰσχρᾶς ἁπάσης ἡδονῆς ἐργαστήρια τῶν ἐν ὑπολήψει θεῶν ἐποιοῦντο τοὺς ναοὺς, καίτοι δέον ἐφιέσθαι μᾶλλον καθαρῶς καὶ πανάγνως λατρεύειν Θεῷ, καὶ εἰς οἶκον εἰσιέναι τὸν ἅγιον ἀληθῶς, καὶ σεπτὸν ἡγεῖσθαι τὸ θυσιαστήριον. οἱ δὲ καὶ τὰ οὕτω σεπτά τε καὶ ἀξιάγαστα παρ’ οὐδὲν ἡγεῖσθαι σπουδάζοντες, τὰ πολὺ λίαν αἰσχίω τετιμηκότες, καὶ αὐτοῖς ἐμπαροινεῖν ἀπετόλμων τοῖς ἰδίοις θεοῖς, πανταχῆ τὸ θεῖον πατοῦντες ἀξίωμα, καὶ περιυβρίζοντες ἀδεῶς τὴν τῷ μόνῳ καὶ φύσει Θεῷ πρέπουσαν δόξαν, ὅτε καὶ τοῖς ψευδωνύμοις περιθέντες αὐτὴν, οὐδενὸς ἀξιοῦν ἠνέσχοντο λόγου.