# In XII Prophetas 43-7

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/43-7

Ἀληθὲς δὲ τὸ χρῆμα κἂν εἰ ἐπ’ αὐτῆς νοοῖτο τῆς Ἐκκλησίας Χριστοῦ. κήδεται γὰρ τῶν ἰδίων προσκυνητῶν, καὶ τῶν πολεμίων ἀμείνους ἀποτελεῖ, εὐσθενεῖς καὶ ἀλκιμωτάτους, καὶ εὐρωστίας γέμοντας τῆς πνευματικῆς, εἰδότας τε καὶ πεπιστευκότας ὅτι Θεὸς ἐν αὐτοῖς διὰ τοῦ Πνεύματος· κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ ὡς ὁ Εὐαλλελιστὴς Ἰωάννης φησὶν, “ Ἐκ τούτου γινώσκομεν “ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.” ἁγία δὲ κατὰ τὸ ἀληθὲς ἢ νοητή που πάντως Ἱερουσαλὴμ, τουτέστιν ἠ Ἐκκλησία, ἔνθα τὰ τῶν ἁγίων τάγματα. οὐ γάρ εἰσι πάροδος ἀλλογενῶν· “Οἱ γὰρ τοῦ Χριστοῦ τὴν “σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυ- “μίαις·” μέμνηνται δὲ λέγοντος καί τινος τῶν σοφῶν “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου “μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. ἀσφαλῆ γὰρ ἔχουσι τὴν καρδίαν, οὐ βάσιμον, οὐχ ἱππήλατον τοῖς ἀκαθάρτοις πνεύμασιν, οὐ ταῖς τῶν παθῶν προσβολαῖς εἴκουσαν εὐκόλως, οὐ ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις μεμολυσμένην, οὐ λογισμῶν ἀπατᾶίς σεσαλευμένην· ἑδραίαν δὲ μᾶλλον καὶ τοῖς τῆς ἀληθείας δόγμασιν εὖ μάλα πεπυργωμένην.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
