# In XII Prophetas 46-7

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/46-7

Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἢ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἢ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαι φησιν ἐπὶ τ‘ὶ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύι· νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γεγονεν απὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπῖπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τύχη, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἂναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐνσπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ’ αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
