# In XII Prophetas 48-10

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/48-10

Αλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. οἶκον δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
