# In XII Prophetas 5-10

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/5-10

Διαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ’ ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἰερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ’ αὖ καὶ βορειότερα, τῇ Παλαιστίνων γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῆ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν τωμά- τῶν ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν “Ὢ, ὣ, φεύγετε ἐκ γῆς “βορρᾶ, λέγει κύριος· εἰς Σιῶν ἀνασώζεσθε, οἱ κατοικοῦν- “τες θυγατέρα Βαβυλῶνος.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
