# In XII Prophetas 5-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/5-3

Tοῦτο καὶ αὐτὸς ἡμᾶς ἐδίδασκεν ὁ Σωτὴρ, λέγων “ Ὅταν “ δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρ “ χεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑ- “ ρίσκει. τότε λέγει, ἐπιστρέψω εἰς τὸν οἰκόν μου ὅθεν “ ἐξῆλθον. καὶ ἐλθὸν εὐρίσκει σχολάζοντα, σεσαρωμένον “ =καὶ κεκοσμημένον. τότε πορεύεται, καὶ κπαραλαμβάνει “ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα “ κατοικει ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου “χείρονα τῶν πρώτων· οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ “ πονηρᾷ.” ἔτι μὲν γὰρ ἐν Αἰγύπτῳ διατρίβουσι τοῖς ἐξ Ἰσραὴλ, ἐνῲκησεν ὡς εἰδωλολάτραις τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ’ ἐκβέβληται μεταξύ· κέκληνται γὰρ εἰς θεογνωσίαν διὰ Μωυσέως. ἐπειδὴ δὲ γεγόνασι κυριοκτόνοι, καὶ μυρίοις ὅσοις ἐγκλήμασιν ἔνοχοι, γέγονεν αὔτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων, δαιμονίων ἀγέλης, οὐχ ἑνὸς ἔτι μόνου κατοικούσης ἐν αὐτοῖς. τῆς γὰρ οὐρανίου χάριτος τὴς περιστολήν ἀποβαλοῦσα ψυχὴ, πάντητε καὶ πάντως εὐάλωτος ἔσται τῷ σατανᾷ.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
