Ancient Greek
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 51.1
Not analysed yet
Επιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ καταθαυμέζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐρρῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάλλον, τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἃν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ’ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτη Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν ἀπαγγέλλειν αὐτοῖς, ὅτι ἀοῦ ταύτην τὴν νηστείαν ἐξε- “λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ “τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ “μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν “φωνὴν ὑμῶν ; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.’’ οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι απεστρψεν εκαστος απο τῆς οδου αυτου τῆς πονηρας καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποδτρεψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδη μεταφοιτήσαντας ἐκ φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῆ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν τίς οἰδεν εἰ μετανήσει ὁ Θεὸς καὶ ἀποστρεψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἥμιν εἰσι, καὶ ἐν ἀυταῖς ἡμεῖς τηκόμεθα, καὶ πὼς ζησο- “μέθᾳ;" ἀλλ’ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς Απο- “στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, “καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ ;” ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ’ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἃν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν ’τον πόνον.