# In XII Prophetas 53-8

Cyrillus, In XII Prophetas, Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/53-8

Tαχὺς εἰς ἔλεον ὁ Δεσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ καταληλούσης τῆς παρ’ αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν ὀργὴν, καὶ μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μεταθεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγη “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος “ Ἰσραήλ; λέγει κύριος· διότι οὐ θέλω ’τον θάνατον “ἀποθνήσκοντος, λέγει Ἀδωναΐ Κύριος, ὡς τὸ ἀποστρέψαι “αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.’’ κακίαν δὲ ὅταν λέγη, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
