# In XII Prophetas 54-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/54-4

Αρχεται πάλιν ὁ τῶν ὅλων Θεὸς ἀπαριθμεῖσθαι τὰ ἐγ- κλήματα, καὶ διαμέμνηται τῆς Γαλγάλ. πόλις δὲ αὕτη, καθ’ ἢν ὅτι μάλιστα δεινῶς καὶ ἐκτόπως ἐθρησκεύετο τὰ χειρόκμητα. ἔστι δὲ ὅ φησι τοιουτονί τι πάλιν. βδελυροὶ μὲν γὰρ κατὰ πολλοὺς τρόπους οἱ ἐξ Ἰσραήλ· ἴδοι δ’ ἄν τις τῆς ἐνούσης αὐτοῖς φαυλότητος τὴν ὑπερβολὴν, ἐννενογκὼς κὼς τὴν Γαλγάλ. ἐκεῖ πᾶσαν αὐτῶν τεθέαμαι τὴν κακίαν, ἐκεῖ μεμίσηκα αὐτοῦς. οὐ διά γε τὸν τόπον· εὔηθες γάρ· κατεστυγηκὼς δὲ μᾶλλον τὰ ἐν αὐτῷ γεγονότα. τοιγάρτοι, φησὶν, ἐξοικιῶ μὲν αὐτοὺς, καὶ αὐλῆς ἀποσοβήσω τῆς ἐμῆς, καὶ οἰκειότητος ἐκβαλῶν. μεμισηκὼς δὲ δικαίως, ἐνστήσομαί τε λοιπὸν, καὶ οὐκ ἂν μεταθοίμην ἔτι πρὸς τὸ ἀγαπᾶν ἑλέσθαι ποτὲ τοὺς τὰ τοιάδε πεπλημμεληκότας.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
