# In XII Prophetas 55-2

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/55-2

Ερμηνεύει σαφῶς ὅπερ ἔφη· τί γὰρ οὐκ ἔγνω καίτοι πεπολιωμένος ὁ Ἐφραΐμ, διατρανοῖ πάλιν. ἡ γὰρ ὕβρις φησὶ τοῦ Ἰσραὴλ, τουτέστιν ἡ ἀπόστασις, ἢν νενόσηκεν ἐξ ὑπεροψίας, δι’ ἢν καὶ ἀπονένευκεν ἐπὶ Θέους ἀλλοτρίους, τὸν φύσει τε καὶ ἀληθῶς ἀτιμάζων Θεὸν, ἀποστραΦήσεται εἰς πρόσωπον αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι, ὕβρεως αὐτῷ καὶ ἀτιμίας ἀναφανεῖται πρόξενος· τοῦτο γὰρ τὸ εἰς πρόσωπόν τινος ἀποστρέφεσθαί τι. ἀλλὰ καίτοι τὰ τοιάδε πεπονθὼς, πάλιν οὐκ ἔγνω Θεὸν, οὔτε μὴν τῆς πρὸς αὐτὸν ἐπιστροφῆς ἐποιοῦντο λόγον σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀΦιλόθεον, καὶ ἐν αὐτοῖς ὁρώμενοι τοῖς δεινοῖς. ἀναισθησίας δὲ τῆς ἐσχάτης ἔγκλημα τουτὶ, καὶ τῆς εἰς λῆξιν ἡκούσης ἀβελτηρίας ἀπόδειξις ἐναργής.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
