# In XII Prophetas 55.1

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/55.1

Ἐπειδὴ γὰρ ἔφη, “Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ “τοὺς κλήρους αὐτῶν·” ἐλέγομεν δὲ ἡμεῖς, ἐρυσίβην ὠνομάσθαι τὴν ἐκ τοῦ πολέμου κάκωσιν καὶ ἀφανισμόν· διδάσκων, ὅτι γέγονεν ἐπὶ θύραις, συμβήσεται δὲ, καὶ οὐκ εἰς μακρὰν, σαλπίζειν εὖ μάλα, ὡς ἔφην, προστέταχε, καὶ πρό γε τῶν ἄλλων ἐπὶ τοὺς τῶν εἰδώλων τόπους, ἢ ὡς ὅσον οὐδέπω καταπρησθήσεσθαι μέλλοντας καὶ σεισθησομένους, ἤγουν ὅτι γεγόνασιν αὐτοὶ τοῦ πολέμου πρόφασις καὶ τῆς ἀνηκέστου συμφορᾶς τοῖς πεπλανημένοις. ὅταν οὖν λέγῃ τὸ χρῆναι σαλπίζειν ἐπὶ τοὺς βουνοὺς καὶ ἐπὶ τὰ ὑψηλὰ καὶ ἐν τῶ οἴκω ὢν, τοὺς τῶν εἰδώλων νοήσεις τόπους. ἰστέον δὲ, ὅτι τοῖς ἄλλοις ἑρμηνευταῖς εἰς τὸ ἐν τῶ τῷ ὢν, οὐ συνηνέχθησαν οἱ ἑβδομήκοντα. οἱ μὲν γὰρ εἰρήκασιν, εἰς οἶκον ἀνωφελοῦς, τουτέστιν, εἰδώλου παντός· οἱ δὲ, τὸ ἐν τῷ οἴκῳ ὤν. οἰησόμεθα δὴ οὖν, ἐκεῖνο βούλεσθαι νυνὶ τὸν προφητικὸν ἡμῖν ὑποσημῆναι λόγον, ὅτι χρὴ σαλπίζειν αὐτοὺς, οὐκ ἐπὶ μόνους τοὺς βουνοὺς καὶ τ‘ὶ ὑψηλὰ, τουτέστιν, οὐ κατὰ μόνης τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν τῶν ἐν Σαμαρείᾳ, ἀλλὰ καὶ κατὰ ταύτης τῆς οὔσης ἐν τοῖς Ιεροσολύμοις παρά τε τῷ Ἰούδα καὶ τῷ Βενιαμίν. προσεκύνουν γὰρ, ὡς ἔφην, τῷ ἡλίῳ· ὢν δέ ἐστιν ὁ ἥλιος· Θεὸν ῥιπτοῦντες κατόπιν, καὶ ἀποστρεφόμενοι τὰ αὐτοῦ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἔχειν τὰ ὀπίσθια πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, δῆλον δὲ ὅτι τοῦ ἡλίου. ὅταν τοίνυν ἀκούσης τὸ ἐν τῷ οὔκῳ ὢν, οἶκον ἢ τέμενος νοήσεις θεοῦ ψευδωνύμου παντὸς καὶ πεποιημένου, ἤτοι τοῦ ἡλίου. ἄτοπον δὲ οὐδὲν ἢ ἀπίθανον εἶναί τῳ δόξειεν ἂν, οἶκον ἡλίου τοὺς ἡλίῳ προσκυνοῦντας νοεῖσθαί τε καὶ ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ οἶκος Θεοῦ νοηθεῖεν ἂν οἱ τὰ αὐτοῦ φρονοῦντες καὶ πράττοντες καὶ αὐτῷ τὸ σέβας ἀνάπτοντες. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὴν δάμαλιν τὴν χρυσῆν ὢν ὀνομάζεσθαι, φορέσει καὶ οὕτως τὸ πιθανὸν ὁ λόγος. ὁ μὲν γὰρ θεομισὴς Ἱεροβοὰμ πρὸς τὸ τῶν Αἰγυπτίων σέβας, φημὶ δὴ τὸν Ἄπιν, τὰς δαμάλεις εἰργάζετο. τετιμήκασι δὲ τὸν Ἄπιν Αἰγύπτιοι, σελήνης μὲν τέκνον εἶναι λέγοντες· τοιγάρτοι καὶ μηνοειδὲς ἐπὶ μετώπου εἶχε σημεῖον· ἔκγονον δὲ ὥσπερ ἡλίου πιστεύοντες εἶναι, διὰ τὸ, κάταγε τὸ αὐτοῖς δοκοῦν, ἐξ ἡλίου τὴν σελήνην φωτίζεσθαι. οὐκοῦν ὡς σελήνης μὲν τέκνον, ἡλίου δὲ ἔκγονον ἐτίμων τὸν Ἄπιν· ἀπεκόμιζε δὲ αὐτοὺς εἰς τοῦτο δὴ πλάνης καὶ λογισμῶν ἀθλιότητος ὁ πολυμήχανος δράκων, τουτέστιν ὁ σατανᾶς. σαλπίζειν οὖν ἄρα προστέταχεν ἐπί τε τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ καὶ ἐν τῷ οὔκῳ ὢν, τουτέστι τῆς δαμάλεως τῆς χρυσῆς. ποῖα δὲ ἦν ἄρα τὰ ἀμφοῖν ἐγκλήματα, καὶ ὁ τοῦ χρῆναι κολάζεσθαι λόγος, καθίστησιν ἐναργὲς, ἐπιφέρων εὐθύς, ἐξέστη Βενιαμὶν, ἀντὶ τοῦ τῶν ἰδίων ἐκπεφοίτηκεν ἐθῶν, ἤγουν τῆς ἀρίστης ἀπώλισθε φρενός· τοῦτο γὰρ ἀληθῶς ἡ ἔκστασις ἐπὶ φαύλων νοοῖτο. κατηφάνισται δὲ καὶ Ἐφραΐμ. πλὴν οὐχ οὕτω ταῦτά φησιν. ἐν γὰρ ἡμέραις ἐλέγχου τῆς ἀμφοῖν πλημμελείας ἔδειξα πιστοὶ, βεβαίους καὶ ἀληθεῖς τοὺς ἐμοὺς ἀποφήνας λόγους. συμβέβηκε γὰρ αὐτοῖς, ἅπερ ἤδη προεῖπον, καὶ οὐδὲν διέψευσται τῶν ἐμῶν. ἐπειδὴ γὰρ ἐξέστησαν τῶν ἀρχαίων ἐθῶν, καὶ φρενὸς ἔξω γεγόνασιν ἀγαθῆς, ἐξώσθησαν καὶ αὐτῆς τῆς ἑαυτῶν χώρας, καὶ ἀποπεπτώκασιν ὁμοῦ τῆς εἰς Θεὸν ἀγάπης, καὶ πάσης εὐημερίας.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
