# In XII Prophetas 57-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/57-3

Αναμνῆσαι δεῖ πάλιν τῶν γεγραμμένων ἐν τῆ τετάρτη τῶν βασιλειῶν· συνήσομεν γὰρ εὐκόλως ὡδὶ τῶν προκειμένων τὸν νοῦν. Ὠσηὲ τοίνυν υἱὸς Ἠλὰ βεβασίλευκεν ἐν Σαμαρείᾳ ἐπὶ τὸν Ἰσραήλ. πρὸς τοῦτον ἀγγέλους πέπομφε Σαλαμαωασὰπ ὁ Ἀσσύριος, τὰ συνήθη δῶρα τυραννικώτερον ἐξαιτῶν, μόνον δὲ οὐχὶ καὶ δασμολογεῖν ἐθέλων τὸν Ἰσραήλ. ὁ δὲ ἀνένευσε τὴν δουλείαν, ἐμελέτα δὲ μᾶλλον τὴν ἀντίστασιν, κἂν εἰ ἕλοιτο τυχὸν τὸν πολέμου νόμον ἐπιθέσθαι τῷ Ἰσραήλ. εἶτα πρὸς Σηγὼρ ἐπρεσβεύετο τὸν Αἰγύπτου τύραννον, ἐπικουρίαν αἰτῶν· ᾠήθη γὰρ ὅτι περίεσται σὺν αὐτῷ τῆς Ἀσσυρίων χειρός. πρὸς τοῦτο δὲ μάλιστα λελυπημένος ἐκεῖνος, πόλεμον αἴρεται κατὰ τοῦ Ἰσραήλ. εἶτα γέγονεν αὐτῷ δοῦλος Ὠσηὲ, δορίληπτος δὲ σὺν αὐτῷ καὶ αὐτὸς ἀπῳκίζετο τῆς Σαμαρείας ὁ Ἰσραήλ. οὐκοῦν γέγονεν Ἐφραΐμ ὡς ἀωοθστάτη περιστεραὶ, οὐκ ἐπὶ καλῷ τὸ ἀκέραιον ἔχων. τοιγάρτοι καὶ ὁ Χριστός “ Γίνεσθε, φησὶ, φρόνιμοι “ ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.’’ ἁπλότης μὲν γὰρ ἠθῶν, καὶ τὸ ἐλεύθερον φρόνημα, γένοιτ’ ἃν εἰκότως τοῦ παντὸς ἄξιον λόγου· συνέσεως δὲ ἀπ’ οὔσης, τὸ ἁπλοῦν ἐπιζήμιον, καὶ μωρία τὸ χρῆμα λοιπόν. ἄνους δὴ οὖν ὁ ἘΦραΐμ· πῶς, ἢ τίνα τρόπον; ἐπεκαλεῖτο μὲν γὰρ Αἰγυπτίους· ἀλλ’ ἐβάδιζον αἰχμάλωτοι πρὸς Ἀσσυρίους, ἀτονήσαντος εἰς ἐπικουρίαν τοῦ Σηγώρ. εἶτα πῶς οὐκ ἄμεινον ἦν αὐτῷ, μὴ τὴν ἐξ ἀνθρώπων μᾶλλον, ἀλλὰ τὴν ἄνωθεν καὶ ἀκαταγώνιστον ζητῆσαι φροντίδα ; τοιγάρτοι καὶ ἔφασκεν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ‘Ησαΐου “ Οὐαὶ οἱ καταβαίνοντες “ εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ “ ἐφ’ ἅρμασιν.’’ ὅτι δὲ οὐ δίχα Θεοῦ καὶ ἡ τῶν ἐπαμυνόντων αὐτοῖς ἠσθένησε χεὶρ, δέδειχεν ἐπειπὼν, ὡς ὅποιπερ ἃν πορνεύωνται, στρουθίων αὐτοὺς κατάξει δίκην, δίκτυον ὥσπερ ἢ λίνον ἐπιβάλλων, καὶ ἀλαζονεύεσθαι μὲν οὐκ ἐφιεὶς, κατακομίζων δὲ ὥσπερ ὑψόθεν εἰς γῆν, τουτέστιν, ἐξ ὀφρύος τῆς ἄγαν ὑψηλῆς καὶ ἐπηρμένης εἰς οἰκτρὸν καὶ μέτριον φρόνημα, καὶ ὅπερ ἂν πρέποι τοῖς ὑπὸ χεῖρα γεγονόσιν ἐχθρῶν. εἶτά φησιν, ὅτι παιδεύσω αὐτοὺς ἐν τῇ ἀκλῇ τῆς θλίψεως αὐτῶν, ἐκεῖνό που, καθάπερ ἐγῷμαι, δηλοῦν ἐθέλων. προεβάδιζον μὲν γὰρ τῆς πείρας αὐτοῖς τῶν ἐσομένων οἱ θρύλλοι, καὶ φρικώδης ἀκοὴ κατεπτόει που πάντως τοὺς ἐν Σαμαρείᾳ. e οὐκοῦν ἐπαιδεύοντο, τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς ἀκούοντες θλιψιν.ἀλλ’ εἴπερ ἦσαν σοφοὶ, ἤρκεσεν ἃν αὐ- τοῖς εἰς ἐπιστροφὴν καὶ τοῦτο· δυσάλγητοι δὲ ὄντες λίαν, οὐδὲ τὴν πεῖραν αὐτὴν δεδυσώπηνται, σκληρόν τε καὶ ἄθραυστον καὶ πολὺ νοσοῦντα τὸ ἀπειθὲς ἔχοντες νοῦν.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
