# In XII Prophetas 57-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/57-4

Oὐδεν́α χρηστὸν, ἤγουν εὐπειθῆ καὶ εὐήνιον ἐν αὐτοῖς ηὑρῆσθαί φησιν, οὐ μικρὸν, οὐ μέγαν, οὐχ ἡγούμενον, οὐ τὸν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένον. ταύτῃτοι καὶ δεῖν ἀπο- λέσθαι παντελῶς, ῥίζης ὥσπερ αὐτῆς ἐκβεβοθρευμένον, εὖ μάλα διισχυρίζεται, ἐν ἴσῳ τε γεγονέναι λοιπὸν τοῖς αὐ- αινομένοις καὶ πεπληγόσι τῶν ξύλων, ἃ καὶ μόνης δεῖται τομῆς, ἀναφανδὸν ὥσπερ ὁμολογοῦντα τὴν ἀκαρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτῆρ’, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων· " Ἱνατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ ;" ἄκαρπος δὴ οὖν S. Luc. εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ ἐκδώσει κηόιπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τοὶ ἐπιθυμήμιιτω τῆς κοιλίόις ‘ιὐτων.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
