# In XII Prophetas 6-7

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/6-7

Λεγέσθω δὴ ταῦτα καὶ πρὸς ἡμῶν, μᾶλλον δὲ παρὰ Θεοῦ, τοῖς προσεδρεύειν ἐθέλουσι τοῖς ἀνοσίοις αἱρετικοῖς, καὶ μαθητιᾶν ὑποκρινομένοις τὰ εἰς ζωήν τε καὶ σύνεσιν. οὗτοι παρασιωπῶσιν ἀσέβειαν. ἀνέχονται γὰρ δυσφημούντων ἀκούοντες, καίτοι πλείστην ὅσην ὀφείλοντες τὴν κατ’ αὐτῶν ποιεῖσθαι κατάρρησιν. μεθέξουσι δὴ οὖν τῆς ἑαυτῶν δυσβουλίας, καὶ τοὺς τῆς ἀδικίας ἐκθεριοῦσι καρπούς. φάγονται γὰρ ψευδῆ, νόθην καὶ ἀπόβλητον δεχόμενοι γνῶσιν, διδασκόμενοί τε τὰ διεστραμμένα, καὶ ὅσα τῆς ἀληθείας τὸ κάλλος παραχαράττειν ἐπιχειρεῖ. ὅτι δὲ καὶ αὐτῶν πᾶσα πεσεῖται δύναμις, Θεοῦ καταστρέφοντος, οἰχήσονται δὲ καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν, πῶς ἂν ἐνδοιάσειε τις;

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
