Ancient Greek · ~37 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 6.1
Not analysed yet
Ἀλλ’ οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ’ ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ Δαμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰουδαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ γέγονεν ἢ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ Δαμάσκου καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ’ αὐτοῖς τε κατεληίζοντο χώρας· ὅτε δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γερηέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμη χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν τῆ τρίτῃ τῶν βασιλειῶν “Καὶ συνήθροισεν υἱὸς “Ἄδερ “πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς “Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ’ αὐτοῦ καὶ “πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν “ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ’ αὐτήν.” ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ Δαμάσκου βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκε τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπολέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαήλ ὁ Σύρος. γέγραπται δὲ πάλιν ἐν τῆ τετάρτη τῶν βασιλείων “τότε ἀνέβη ’Αζαὴλ “βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- “ἐλάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὖ, “τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι- “λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ “Ἱωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς “Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρε- “θὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως “καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ “Ἱερουσαλήμ.’’ ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θείαν ὀρυὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῆ τοῦ Θεοῦ δόξη διελυμαίνοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύεσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες “Θεὸς ὀρέων Θεὸς “Ἰσραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων.’’ ᾤοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐτῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς· ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προἰ· όντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Ναβὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ’ ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμένον τὸν Ἰσπαὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ’ ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρ‘ω- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- σαδθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ “Ἰωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς “ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ “ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ “πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν “Ἰσραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ “εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ “ῥῆμα κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου “αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεὲθ ἀγχο- “φέρ’. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν “σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους “καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. “καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ “ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς “Ἱεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ “καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα “ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν “Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα “ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασμένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προασπίζων αὐτοῦ· ἐπέστρεψε ’δε τὴν Δαμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ ’Oζ́ͅας, βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- μένος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ’ αὐτὸ τὸ θεῖον ἀνα- βῆναι θυσιαστή ῥίον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ’ εὐ- θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ· πέμπηται τῆς Ἰερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης iερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν ιι Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ 1εροβοὰμ “βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου “βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- “λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἐτ́η ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεχελία ἐξ Ἱερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ “πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν “ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν “τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν α λελεπ ῥὼ μένος ἕως ἡμέρας θανάτου αὐτοῦ.’’ καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως “Καὶ ἔλαβε πᾶς O λαὸς τῆς γῆς τὸν Οζίαν, καὶ αὐτὸς δέκα “καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ “Ἀμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν “αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ “τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν “Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- “σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἰερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα “ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν “τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος “ἐν φόβῳ κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν “κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ “ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ “τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίαν καὶ τὰ τείχη Ἀζώτου, “καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις “κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ “τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ “τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, “καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- “χυσεν ἕως ἄνω.’ εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ “ἠδίκησεν ἐν κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν “κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. “καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ’ αὐ- “τοῦ ἱερεῖς τοῦ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη. “’σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία “θυμιάσαι τῷ Κυρίῳ ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν “τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος “ὅτι ἀπέστης ἀπὸ κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς “δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὁζίας, καὶ ἐν “τῆ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· “ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα “ἀνέτειλεν ἐν τῶ μετώπω αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν “οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. “καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, “καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν “αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι “ἤλεγξεν αὐτὸν Κύριος.”