# In XII Prophetas 62.1

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/62.1

Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ’ αὐτοῦ δικαιοσύνης κατεζεῦχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξη, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῆ νόμους, καθ’ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ’ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ’ αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι ’δε ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντεποιῶν] λῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωὶ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις, ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρατοῦντος νεύμασι μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωὶ· σκιὰν, τουτέστι, τὴν νύκτα ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος γράφει Μωυσῆς “Σκότος ἦν” ἐν ἀρχαῖς “ἐπάνω τῆς ἀβύσ- “σιυ,” τουτέστιν ἡ σκιά· ἁλλ’ “Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ “ἐγένετο φῶς” οὕτως εἰς τὸ πρωὶ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἁλλ’ ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ ἡμέραν εἰς νύκτα συσκοτάζειν. ὠφελεῖ δὴ οὖν ὁ Προθήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευμάτων βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετακλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς, διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ’ ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ κἂν εἰ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμφαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι. “Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται,” κατὰ τὸ γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν “ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους’’ αὐτοῦ. καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
