# In XII Prophetas 64-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/64-3

Οτι προσέκειντο τοῖς ψευδομάντεσι καὶ ψευδοπροφήταις, ἀναβαίνοντές τε καὶ θύοντες εἴς τε τὴν Γαλαὰδ καὶ Γαλγὰλ, ἀπελέγχει διὰ τούτων· δέχεται δὲ πρὸς ἀπόδειξιν τὰς δύο μάλιστα ταυτασὶ πόλεις, ἐν αἷς ἦν ἐκτοπωτέρα τῶν ἄλλων ἡ πλάνη, καὶ ἅπας μὲν τρόπος τῆς εἰς Θεὸν εὐσεβείας ἀπεσπουδάζετο, πάντα δὲ ἦν ἐν λόγῳ τὰ παροτρύνοντα, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀπονοίας ἔμπλεω. καὶ γοῦν ἐν τοῖς ἀνωτέρω περὶ μὲν τῆς Γαλαὰδ ἔφη Θεός “Ἐκεῖ κατεφρό- “νῆσέ μου Γαλαὰδ, πόλις ἐργαζομένη μάταια,” τουτέστιν εἴδωλα· πλαστουργοὶ γὰρ εἰδώλων ἦσαν οἱ ἐν αὐτῇ· περὶ ’δε γε τῆς ἑτέρας, “Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγάλ· “ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευ- “μάτων αὐτῶν.” ἐπειπεῖν δὲ ἀναγκαῖον τῶν συμβεβηκότων τινὰ τῇ Γαλααδιτῶν, συνήσομεν γὰρ οὕτω τῶν προκειμένων τὸν νοῦν. Φούλα βασιλεὺς Ἀσσυρίων, πρῶτος ἐλθὼν κατὰ τῆς Σαμαρείας, πρωτόλειον ὥσπερ τι τὰς δύο φυλὰς ἐποιησατο τὰς πέραν τοῦ Ἰορδύνου, καὶ πάσας αὐτῶν εἷλε τὰς πόλεις, καὶ πρό γε τῶν ἄλλων τὴν Γαλαὰδ. τούτου διαμέμνηται Θεὸς, ὡς ἐν παραδρομῇ, λέγων Εἰ μὴ Γαλαὰδ ἔστιν. εἰ μὴ ἔστι, φησὶ, καὶ σώζεται νῦν ἡ Γαλαὰδ· εἰ καὶ ἀπόλωλε, καὶ οὐκ ἔστιν ἐξ αὐτὴς τὴν τοῦ Ἐφραΐμ ἐλέγξαι παροινίαν, διὰ τὸ μὴ ὁρᾶσθαι νυνὶ, ἄρα καὶ οἱ θυσιάζοντες ἄρχοντες ἐν τῆ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; Γαλγὰλ δὲ πόλις ἐστὶ τῶν Ἰορδάνου πέραν, ἐν ἧ μάλιστα συντρέχοντες μικροὶ καὶ μεγάλοι, τοῖς τῆς τῆς εἰδωλολατρείας προσέκειντο μολυσμοῖς. οὐκοῦν εἰ μὴ ἔστιν ἡ Γαλαὰδ, ἄρα τίς ἐστιν ὁ φάναι τολμῶν, ὅτι καὶ οἱ θυσιάζοντες, ἄρχοντες ἕλ’ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; ἀλλ’ οὐκ ὄναρ οὐδὲ σκιαὶ, ἀλλ’ οὐδὲ τῶν ἀσήμων τινὲς, λαμπροὶ καὶ περιφανεῖς ἄρχοντες καὶ ἡγούμενοι, ὑψηλὰ καὶ ἀπόβλεπτα τοῖς γλυπτοῖς ἀνιστάντες θυσιαστήρια, χελώναις ἐν ἴσῳ ταῖς κατ’ ἀγρούς. χελώνας δὲ εἶναί φησιν, οὐχὶ δὴ τὰ ζῷα· μὴ τοῦτο νομίσῃς· ἀλλὰ γὰρ τὰς τῶν χωμάτων ἐγέρσεις, ἃς ποιοῖντό τινες, εἰς βουνοὺς ἀναλαμβάνοντες τοὺς ὑδραγωγούς· μυρία δὲ ὅσα τοιαῦτα τοῖς γηπόνοις ἐσπούδασται. ἄρχοντας δέ φησι θυσιάζοντας, ἢ στρατηγοὺς καὶ τῶν τακτικῶν ἡγουμένους, ἤγουν τοὺς ἐξ αἵματος Λευΐ, τὴν ἐκ νόμου φοροῦντας ἡγεμονίαν. συναπώλισθον γὰρ καὶ αὐτοὶ τοῖς ἄλλοις, καὶ λελατρεύκασι τοῖς γλυπτοῖς οὐκ ὀλίγοι τὸν ἀριθμόν. γέγραπται γοῦν ἐν τῷ Ἰεζεκιήλ “Διὰ τοῦτο τάδε λέγει κύριος “ὁ Θεός Πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ “ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου, ἐν “πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραὴλ· “ ἀλλ’ ἢ οἱ Λευῖται, οἵτινες ἀφείλαντο ἀπ’ ἐμοῦ ἐν τῷ πλα- “νᾶσθαι τὸν Ἰσραὴλ οἳ ἐπλανήθησαν ἀπ’ ἐμοῦ κατόπισθεν “τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται τὴν ἀδικίαν “αὐτων.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
